§16.72.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σωσιγένους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Γναῖον Πόπλιον.
アテナイでソシゲネスがアルコンであったとき、ローマ人はマルクス・ウァレリウスとマルクス・グナエウス・プブリウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀρύμβας ὁ τῶν Μολοττῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη δέκα, ἀπολιπὼν υἱὸν τὸν Πύρρου πατέρα Αἰακίδην·
彼らの任期中に、モロッソイ人の王アリュンバスが十年間統治したのちに死去し、ピュロスの父である息子アイアキデスを残した。
τὴν δʼ ἀρχὴν διεδέξατο Ἀλέξανδρος ὁ ἀδελφὸς Ὀλυμπιάδος, συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος.
そしてマケドニアのフィリッポスの協力のもと、オリュンピアスの兄弟であるアレクサンドロスが王位を継承した。
§16.72.2κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν ἐστράτευσεν ἐπὶ Λεοντίνους·
\n シケリアにおいては、ティモレオンがレオンティノイに対して遠征した。
εἰς ταύτην γὰρ τὴν πόλιν Ἱκέτας κατεπεφεύγει μετὰ δυνάμεως ἀξιολόγου.
なぜなら、この都市へとヒケタスがかなりの兵力を率いて逃げ込んでいたからである。
τὸ μὲν οὖν πρῶτον προσέβαλε τῇ Νέᾳ καλουμένῃ πόλει·
そこで彼はまず、「ネア」と呼ばれる都市の部分を攻撃した。
μετὰ δὲ ταῦτα πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων ἄπρακτος γενόμενος ἔλυσε τὴν πολιορκίαν.
しかしその後、多くの兵士が都市の中に閉じこもり、城壁から容易に防戦したため、ティモレオンは成果を得られずに包囲を解いた。
§16.72.3παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δʼ Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.
\n そして、レプティネスによって支配されていたエングヨンという都市に進み、レプティネスを都市から追放し、エングヨン市民に自由を返還することを望んで、執拗な攻撃を行った。
§16.72.4περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.
\n ティモレオンがこれらのことに従事している間に、ヒケタスはレオンティノイから全軍を率いて出撃してシュラクサイを包囲したが、多くの兵士を失って速やかにレオンティノイへと帰還した。
§16.72.5ὁ δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις.
\n 一方、ティモレオンはレプティネスを威圧し、彼を協定のもとにペロポネソスへと送り出した。 これはギリシア人たちに、打ち負かされた僭主たちの没落を示すためであった。
οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃ τε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν.
アポロニア市民の都市もまたレプティネスの支配下にあったため、アポロニアを接収すると、この都市とエングヨン市民の都市の両方に自治権を返還した。