Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.7.1-16.7.4

陶罗梅尼乌姆建城、优波亚纷争与同盟战争

第 515 段,共 723 段 · 希腊语

内容简介

叙述了安德罗马科斯建立陶罗梅尼乌姆、优波亚爆发内讧并引来雅典与波奥蒂亚的干预,以及因同盟国叛离雅典而爆发的同盟战争,其中将军卡布里亚斯战死。

§16.7.1ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος ὁ Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας.
在这些事情发生的同时,陶罗梅尼乌姆的安德罗马科斯——他是撰写历史的蒂迈欧之父,且在财富和心灵的伟岸上超群绝伦——召集了被狄奥尼修斯毁灭的纳克索斯的幸存者。
οἰκίσας δὲ τὸν ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνας κατʼ αὐτὸν πλείω χρόνον ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον.
他将他们安置在纳克索斯上方被称为陶罗斯的山丘上,并在那里居留了较长时间,因在陶罗斯的居留而将该地命名为陶罗梅尼乌姆。
ταχὺ δὲ τῆς πόλεως ἐπίδοσιν λαμβανούσης οἱ μὲν οἰκήτορες μεγάλους περιεποιήσαντο πλούτους, ἡ δὲ πόλις ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθʼ ἡμᾶς βίῳ Καίσαρος ἀναστήσαντος τοὺς Ταυρομενίτας ἐκ τῆς πατρίδος τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο.
随着城市迅速发展,居民们获得了巨大的财富,而该城市自身也赢得了显著的声望,最终在我们的时代,当恺撒将陶罗梅尼乌姆人从他们的故土驱逐时,它接纳了罗马人的殖民地。
§16.7.2ἅμα δὲ τούτοις πραττομένοις οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους καὶ τῶν μὲν τοὺς Βοιωτούς, τῶν δὲ τοὺς Ἀθηναίους ἐπικαλεσαμένων συνέστη πόλεμος κατὰ τὴν Εὔβοιαν.
在这些事情发生的同时,居住在优波亚的人们相互发生内讧,一方召来波奥蒂亚人,另一方召来雅典人,于是优波亚全境爆发了战争。
γενομένων δὲ πλειόνων συμπλοκῶν καὶ ἀκροβολισμῶν ὁτὲ μὲν οἱ Θηβαῖοι προετέρουν, ὁτὲ δʼ οἱ Ἀθηναῖοι τὴν νίκην ἀπεφέροντο. μεγάλη μὲν οὖν παράταξις οὐδεμία συνετελέσθη· τῆς δὲ νήσου διὰ τὸν ἐμφύλιον πόλεμον καταφθαρείσης καὶ πολλῶν ἀνθρώπων παρʼ ἀμφοτέρων διαφθαρέντων μόγις ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους.
虽然发生了多次冲突和小规模战斗,有时底比斯人占了上风,有时雅典人夺得胜利,但并没有进行过大规模的会战;由于内战导致岛屿荒废,双方都有许多人丧生,他们好不容易从灾难中吸取教训,达成了和解,并相互缔结了和平。
οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον.
于是波奥蒂亚人返回家园,保持相安无事。
§16.7.3οἱ δʼ Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς πόλεμον τὸν ὀνομασθέντα συμμαχικόν, ὃς διέμεινεν ἔτη τρία.
另一方面,雅典人由于希奥斯人、罗得斯人、科斯人以及拜占庭人的叛离,陷入了被称为“同盟战争”的战争,这场战争持续了三年。
ἑλόμενοι δὲ στρατηγοὺς Χάρητα καὶ Χαβρίαν ἀπέστειλαν μετὰ δυνάμεως.
他们推选哈雷斯和卡布里亚斯为将军,并派遣他们率军前往。
οὗτοι δὲ πλεύσαντες ἐπὶ τὴν Χίον κατέλαβον παραγεγονότας συμμάχους τοῖς Χίοις παρὰ Βυζαντίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Μαυσώλου τοῦ Καρῶν δυνάστου.
这些人乘船前往希奥斯,发现来自拜占庭人、罗得斯人、科斯人以及卡里亚统治者茂索鲁斯的同盟军已经抵达,以协助希奥斯人。
ἐκτάξαντες δὲ τὴν δύναμιν ἐπολιόρκουν τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
他们排开军队,同时从陆路和海路包围了这座城市。
ὁ μὲν οὖν Χάρης τοῦ πεζοῦ στρατεύματος ἡγούμενος κατὰ γῆν προσῄει τοῖς τείχεσι καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως ἐκχυθέντας ἐπʼ αὐτὸν διηγωνίζετο· ὁ δὲ Χαβρίας προσπλεύσας τῷ λιμένι ναυμαχίαν καρτερὰν συνεστήσατο καὶ τῆς νεὼς τοῖς ἐμβόλοις ἀναρραγείσης κατεπονεῖτο.
哈雷斯率领步兵部队从陆路迫近城墙,与从城内向他冲杀出来的敌人展开激战;而卡布里亚斯则驾船驶向港口,展开了一场惨烈的海战,当他的船只被冲角撞碎时,他陷入了困境。
§16.7.4οἱ μὲν οὖν ἐπὶ τῶν ἄλλων νεῶν εἴξαντες τῷ καιρῷ διεσώθησαν, ὁ δʼ ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον ἀγωνιζόμενος ὑπὲρ τῆς νεὼς καὶ τρωθεὶς ἐτελεύτησε.
其他船只上的人屈从于当时的形势而保全了生命,但他用败北换取了光荣的死亡,为自己的船只战斗,受伤而死。

词汇与语法注释

  1. 16.7.1ἅμα δὲ τούτοις πραττομένοις — 前置词 `ἅμα` 带有与格指示代词和与格分词 `τούτοις πραττομένοις`,构成表示时间的副词短语,意为“在做这些事情的同时”。
  2. 16.7.1Καίσαρος ἀναστήσαντος — 属格独立结构(genitive absolute)。名词 `Καίσαρος` 为逻辑主语,分词 `ἀναστήσαντος`(`ἀνίστημι` 的不定过去时主动分词)为逻辑谓语,表示与主句主语(`ἡ πόλις`)不同的时间或伴随状况(“当恺撒驱逐了……时”)。
  3. 16.7.2τῶν μὲν ... τῶν δὲ ... ἐπικαλεσαμένων — 属格独立结构。表示部分的 `τῶν μὲν... τῶν δὲ...`(“一些人……另一些人……”)作为分词 `ἐπικαλεσαμένων`(`ἐπικαλέομαι` 的不定过去时中间因动分词属格复数)的逻辑主语。此结构将前面作为主格主语的 `οἱ τὴν Εὔβοιαν κατοικοῦντες` 细分为两个派系。
  4. 16.7.4ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον — 动词 `ἀλλάσσομαι`(“交换,获得”)的中间因动分词,带有一个宾格宾语(`τὸν εὐκλεᾶ θάνατον`)和 `ἀντί` 加属格(`τῆς ἥττης`),意为“用败北换取光荣的死亡”(即选择光荣的死亡以代替失败)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.7.1-16.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.7.1-16.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。