§16.6.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Λικίνιον καὶ Γάιον Σουλπίκιον.
在雅典由凯菲索多托斯担任执政官时,罗马人任命盖乌斯·利西尼乌斯和盖乌斯·苏尔皮基乌斯为执政官。
ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου, Συρακοσίων ὑπάρχων ἐπιφανέστατος, ἔφυγεν ἐκ τῆς Σικελίας καὶ διὰ τὴν λαμπρότητα τῆς ψυχῆς ἠλευθέρωσε Συρακοσίους καὶ τοὺς ἄλλους Σικελιώτας διὰ τοιαύτας τινὰς αἰτίας.
在此二人任内,希帕里努斯之子狄翁——他是叙拉古人中最杰出的人物——逃离了西西里,并因其心灵的伟岸,由于如下的一些原因,解放了叙拉古人和其他西西里希腊人。
§16.6.2ὁ πρεσβύτερος Διονύσιος ἐκ δυεῖν γυναικῶν ἦν πεπαιδοποιημένος, ἐκ μὲν τῆς πρώτης Λοκρίδος οὔσης τὸ γένος Διονύσιον τὸν διαδεξάμενον τὴν τυραννίδα, ἐκ δὲ τῆς δευτέρας Ἱππαρίνου θυγατρὸς οὔσης, εὐδοκιμωτάτου Συρακοσίων, δύο παῖδας, Ἱππαρῖνον καὶ Νυσαῖον.
年长的狄奥尼修斯娶了两个妻子并育有子女:其一为洛克里出身的首任妻子,生下了继承僭主统治的狄奥尼修斯;其二为叙拉古声望最卓著的希帕里努斯之女,生下了两个儿子,希帕里努斯和尼赛乌斯。
§16.6.3ἐτύγχανε δὲ τῆς δευτέρας γυναικὸς ἀδελφὸς ὢν Δίων, ἀνὴρ ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ κατʼ ἀνδρείαν καὶ στρατηγίαν πολὺ προέχων τῶν κατʼ αὐτὸν Συρακοσίων.
狄翁恰好是第二位妻子的兄弟,他在哲学方面造诣极深,且在勇气和军事统帅能力上,远远超过了同时代的叙拉古人。
§16.6.4οὗτος δὲ διὰ τὴν εὐγένειαν καὶ τὴν λαμπρότητα τῆς ψυχῆς εἰς ὑποψίαν ἦλθε τῷ τυράννῳ, δόξας ἀξιόχρεως εἶναι καταλῦσαι τὴν τυραννίδα.
他因其高贵的出身和心灵的伟岸,引起了僭主的怀疑,被认为是有足够能力推翻僭主统治的人。
φοβούμενος οὖν αὐτὸν ὁ Διονύσιος ἔκρινεν ἐκποδὼν ποιήσασθαι τὸν ἄνδρα, συλλαβὼν ἐπὶ θανάτῳ.
因此狄奥尼修斯惧怕他,决定除掉此人,将其逮捕并判处死刑。
ὁ δὲ Δίων αἰσθόμενος τὸ μὲν πρῶτον ἐκρύφθη παρά τισιν τῶν φίλων, μετὰ δὲ ταῦτα ἔφυγεν ἐκ τῆς Σικελίας εἰς Πελοπόννησον, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἀδελφὸν Μεγακλῆν καὶ Ἡρακλείδην τὸν ἐπὶ τῶν στρατιωτῶν τεταγμένον ὑπὸ τοῦ τυράννου.
但狄翁察觉到了这一点,起初藏在一些朋友家里,随后逃离西西里,前往伯罗奔尼撒,随行人员包括他的兄弟梅加克勒斯,以及曾被僭主任命为士兵指挥官的赫拉克莱德斯。
§16.6.5καταπλεύσας δʼ εἰς τὴν Κόρινθον τοὺς μὲν Κορινθίους ἠξίου συνεπιλαβέσθαι τῆς ἐλευθερώσεως τῶν Συρακοσίων, αὐτὸς δὲ μισθοφόρους συνῆγε καὶ πανοπλίας συνήθροιζε.
当他乘船抵达科林斯时,他请求科林斯人参与解放叙拉古的行动,而他自己则募集雇佣兵,收集重装铠甲。
ταχὺ δὲ πολλῶν ὑπακουόντων πανοπλίας τε παρεσκευάζετο καὶ μισθοφόρους συχνούς, καὶ φορτηγοὺς δύο ναῦς μισθωσάμενος τά τε ὅπλα καὶ τοὺς μισθοφόρους ἐνθέμενος αὐτὸς μὲν ταύτας τὰς φορτίδας ἔχων ἐξέπλευσεν ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν εἰς τὴν Σικελίαν, Ἡρακλείδην δὲ ἀπέλιπεν τριήρεις τινὰς καὶ ἑτέρας φορτηγοὺς ἄξοντα κατόπιν εἰς τὰς Συρακούσσας.
由于许多人迅速响应,他很快准备好了铠甲和大量雇佣兵,并租用了两艘货船,将武器和雇佣兵装载上船,自己则率领这两艘货船,从靠近凯法利尼亚的扎金索斯启航前往西西里;他将赫拉克莱德斯留下,让其随后带领一些三列桨战船和其他货船前往叙拉古。