§16.62.1ἐκπλεύσαντος δʼ αὐτοῦ καὶ πελαγίου γενομένου στρατιῶταί τινες τῶν ἐν τῷ μεγίστῳ πλοίῳ κομιζομένων,ᾧπερ αὐτὸς ὁ Φάλαικος ἐνέπλει, λόγον ἀλλήλοις ἐδίδοσαν ὑπονοοῦντες μηδένα μεταπέμψασθαι σφᾶς·
彼が出航して外洋に出ると、ファライコス自身が乗船していた最大級の船で運ばれていた兵士たちのうち何人かが、誰も自分たちを招いてはいないのではないかと疑い、お互いに意見を交わし始めた。
οὔτε γὰρ ἡγεμόνας ἑώρων ἀπὸ τῶν ἐπικαλουμένων συμπλέοντας οὔθʼ ὁ πλοῦς ἦν ὀλίγος, ἀλλὰ πολὺς ὑπέκειτο καὶ χαλεπός.
というのも、彼らを招いたとされる人々からの指揮官が同行しているのを目にしなかったし、航路も短いものではなく、長く困難な航海が控えていたからである。
§16.62.2διόπερ ἀπιστοῦντες ἅμα τοῖς λεγομένοις καὶ φοβούμενοι τὴν διαπόντιον στρατείαν συνίσταντο καὶ μάλισθʼ οἱ τὰς ἡγεμονίας ἔχοντες τῶν μισθοφόρων.
それゆえ彼らは、言われていることを疑うと同時に、海外への遠征を恐れて、結託し始めた。 とりわけ傭兵たちのうち指揮権を持つ者たちが中心となった。
τέλος δὲ σπασάμενοι τὰ ξίφη καὶ καταπληξάμενοι τόν τε Φάλαικον καὶ τὸν κυβερνήτην ἠνάγκασαν εἰς τοὐπίσω πάλιν ἀποπλεῖν.
そしてついに彼らは剣を抜き、ファライコスと操舵手を脅して、再び後方へと引き返すよう強要した。
τὸ δʼ αὐτὸ καὶ τῶν ἐν τοῖς ἄλλοις πλοίοις κομιζομένων ποιησάντων κατέπλευσαν εἰς τὴν Πελοπόννησον.
他の船に乗っていた者たちも同じように行動したため、彼らはペロポネソスへと入港した。
§16.62.3ἀθροισθέντες δʼ εἰς Μαλέαν ἄκραν τῆς Λακωνικῆς ἐκεῖ κατέλαβον ἐκ Κρήτης καταπεπλευκότας Κνωσσίους πρέσβεις ἐπὶ συναγωγῇ μισθοφόρων·
ラコニアのマレア岬に集まると、そこで彼らは、傭兵の募兵のためにクレタ島から船でやって来たクノッソスの使節たちに出会った。
ὧν διαλεχθέντων τῷ τε Φαλαίκῳ καὶ τοῖς ἡγεμόσι καὶ δόντων ἀξιολόγους τοὺς μισθοὺς μετὰ τούτων ἅπαντες ἐξέπλευσαν.
彼らがファライコスや指揮官たちと交渉し、十分な報酬を与えると、全員がこの使節たちとともに出航した。
κατάραντες δὲ τῆς Κρήτης εἰς Κνωσσὸν εὐθὺς ἐξ ἐφόδου πόλιν κατελάβοντο τὴν καλουμένην Λύκτον.
そしてクレタ島に入港してクノッソスの領地に達すると、直ちに進撃して、リュクトスと呼ばれる都市を占領した。
§16.62.4τοῖς δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια.
祖国から追放されたリュクトス人にとって、思いがけず迅速な救援が現れた。
περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες συμμαχῆσαι ταχέως δύναμιν ἤθροιζον πεζικήν τε καὶ ναυτικὴν καὶ ταύτης στρατηγὸν ἀπέδειξαν Ἀρχίδαμον τὸν βασιλέα·
というのも、ちょうど同じ頃、タレントス人がリュカニア人に対して戦争を行っており、自らの祖先であるラケダイモン人ののもとに救援を求める使節を派遣したため、スパルタ人たちは血縁関係ゆえに同盟を快く引き受け、速やかに陸海の両軍を集め、その司令官に王アルキダモスを任命していたからである。
μελλόντων δʼ ἀπαίρειν εἰς τὴν Ἰταλίαν, ἠξίωσαν οἱ Λύκτιοι πρῶτον αὐτοῖς βοηθῆσαι·
彼らがイタリアへ向けて出発しようとしていた時、リュクトス人たちが、まず自分たちを救援してくれるよう求めた。
οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες καὶ πλεύσαντες εἰς τὴν Κρήτην τοὺς μισθοφόρους ἐνίκησαν, τοῖς δὲ Λακτίοις ἀνέσωσαν τὴν πατρίδα.
ラケダイモン人たちはこれを説得されて聞き入れ、クレタ島へ航行して傭兵たちを破り、リュクトス人のためにその祖国を取り戻した。