§16.52.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκιον Γάιον καὶ ΠόπλιονΟὐαλέριον.
在雅典执政官卡利马科斯任内,罗马人选举盖乌斯·马尔基乌斯和普布利乌斯·瓦莱里乌斯为执政官。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁρῶν μεγάλας ἑαυτῷ παρεσχημένον χρείας ἐν τῷ πρὸς Αἰγυπτίους πολέμῳ Μέντορα τὸν στρατηγὸν προῆγεν αὐτὸν μάλιστα τῶν φίλων.
在他们任期内,阿尔塔薛西斯看到将军门托尔在对埃及人的战争中为自己立下了汗马功劳,便将他擢升至超越所有亲信的地位。
§16.52.2τιμήσας δʼ ἀριστείοις τὸν ἄνδρα ἐδωρήσατο αὐτῷ ἀργυρίου μὲν ἑκατὸν τάλαντα, τῆς δʼ ἄλλης πολυτελοῦς κατασκευῆς τὴν κρατίστην· ἀπέδειξε δὲ σατράπην τῆς κατὰ τὴν Ἀσίαν παραλίας καὶ τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον ἐπέτρεψεν, αὐτοκράτορα στρατηγὸν ἀποδείξας.
他赏赐这名男子英勇的奖品以示尊荣,赠予他一百塔兰同的银子,以及其他豪华器物中最好的一件;同时任命他为亚洲沿海地区的总督,并将对付叛乱者的战争托付给他,任命他为拥有全权的将军。
§16.52.3ὁ δὲ Μέντωρ ἔχων οἰκειότητα πρὸς Ἀρτάβαζον καὶ Μέμνονα τοὺς διαπεπολεμηκότας μὲν πρὸς Πέρσας ἐν τοῖς ἐπάνω χρόνοις, τότε δὲ πεφευγότας ἐκ τῆς Ἀσίας καὶ διατρίβοντας παρὰ Φιλίππῳ, δεηθεὶς τοῦ βασιλέως ἔπεισεν αὐτὸν ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων.
而门托尔与阿尔塔巴조斯及门农有亲戚关系——这两人在过去曾与波斯人抗争,当时已逃离亚洲并寄居在腓力处——门托尔向国王请求,说服他宽免这些人的罪名。
εὐθὺς δὲ καὶ μετεπέμψατο πρὸς ἑαυτὸν ἀμφοτέρους μεθʼ ὅλης τῆς συγγενείας·
随后,他立即派人把他们两人连同整个家族一起召到自己身边。
§16.52.4ἦσαν γὰρ Ἀρταβάζῳ γεγονότες ἐκ τῆς Μέντορος καὶ Μέμνονος ἀδελφῆς υἱοὶ μὲν ἕνδεκα, θυγατέρες δὲ δέκα.
因为阿尔塔巴조斯与门托尔及门农之姊妹生有十一个儿子和十个女儿。
ψυχαγωγούμενος δʼ ἐπὶ τῷ πλήθει τῶν τέκνων ὁ Μέντωρ προῆγε τοὺς παῖδας, παραδιδοὺς αὐτοῖς τὰς ἐπιφανεστάτας ἐν τοῖς στρατιωτικοῖς ἡγεμονίας.
门托尔因孩子人数众多而感到欣慰,便擢升这些孩子,将军事中最显赫的指挥权交托给他们。
§16.52.5ἐστρατεύσατο δʼ ἐπὶ πρῶτον Ἑρμίαν τὸν Ἀταρνέως τύραννον, ἀφεστηκότα τοῦ βασιλέως καὶ πολλῶν ὀχυρωμάτων καὶ πόλεων κυριεύοντα.
他首先出兵攻打阿塔尔内乌斯的僭主赫米亚斯,此人背叛了国王,并控制了许多坚固的堡垒和城市。
§16.52.6ἐπαγγειλάμενος δʼ αὐτῷ πείσειν τὸν βασιλέα καὶ τῶν ἐγκλημάτων ἀπολῦσαι συνῆλθεν εἰς λόγους καὶ παρακρουσάμενος αὐτὸν συνέλαβε.
门托尔向赫米亚斯许诺,说自己会说服国王免除他的罪名,以此与他举行会谈,并在欺骗他之后将其逮捕。
κυριεύσας δὲ τοῦ δακτυλίου καὶ γράψας εἰς τὰς πόλεις ὅτι διήλλακται τῷ βασιλεῖ διὰ Μέντορος καὶ σφραγισάμενος τὰς ἐπιστολὰς τῷ τοῦ Ἑρμείου δακτυλίῳ συνεξέπεμψε τοὺς παραληψομένους τὰ χωρία.
门托尔夺得了他的戒指,并给各城市写信,称由于门托尔的斡旋,赫米亚斯已与国王和解,并用赫米亚斯的戒指在信件上盖印,派人同去接收这些地方。
§16.52.7οἱ δʼ ἐν ταῖς πόλεσι πιστεύσαντες τοῖς γεγραμμένοις καὶ τὴν εἰρήνην ἀγαπητῶς προσδεξάμενοι παρέδωκαν πάντες τὰ φρούρια καὶ τὰς πόλεις.
城中的人们相信了信中所写的内容,欣然接受了和平,全部交出了堡垒和城市。
Μέντωρ μὲν οὖν διʼ ἀπάτης ταχὺ παραλαβὼν ἀκινδύνως τὰ τῶν ἀποστατῶν πολίσματα μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τῷ βασιλεῖ, δόξας δύνασθαι στρατηγεῖν πραγματικῶς.
因此,门托尔通过欺骗,迅速且安全地接管了叛乱者的城镇,从而获得了国王极大的器重,被认为能够以实际效能进行统军。
§16.52.8ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἡγεμόνας τοὺς ἀλλοτρίως διακειμένους τοῖς Πέρσαις τοὺς μὲν βιασάμενος, τοὺς δὲ καταστρατηγήσας ἅπαντας ταχέως κατεπολέμησεν.
同样地,对于其他对波斯人怀有敌意的将领,他有的诉诸武力逼降,有的用谋略战胜,迅速击败了所有人。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
亚洲的事态便是如此。
§16.52.9κατὰ δὲ τὴν Εὐρώπην Φίλιππος μὲν ὁ Μακεδόνων βασιλεὺς στρατεύσας ἐπὶ τὰς Χαλκιδικὰς πόλεις Ζερεία μὲν φρούριον ἐκπολιορκήσας κατέσκαψε, τῶν δʼ ἄλλων πολισμάτων ἔνια καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι· ἐπὶ δὲ τὰς Φερὰς τῆς Θετταλίας παρελθὼν Πειθόλαον δυναστεύοντα τῆς πόλεως ἐξέβαλεν.
而在欧洲,马其顿国王腓力出兵攻打哈尔基季基的各城市,围攻并夷平了泽雷亚堡垒,并通过恐吓使其余一些城镇俯首称臣;随后他前往色萨利的费莱,驱逐了统治该城市的培索劳斯。
§16.52.10ἅμα δὲ τούτοις πραττομένοις ἐν τῷ Πόντῳ Σπάρτακος ὁ τοῦ Πόντου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πέντε, τὴν δʼ ἡγεμονίαν διαδεξάμενος ὁ ἀδελφὸς Παιρισάδης ἐβασίλευσεν ἔτη τριάκοντα ὀκτώ.
在这些事情发生的同时,在蓬托斯,蓬托斯国王斯巴达克斯在统治五年后去世,继承了统治权的兄弟派里萨德斯统治了三十八年。