Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.51.1-16.51.3

平定埃及与内克塔内博逃亡

第 559 段,共 723 段 · 希腊语

内容简介

布巴斯托斯投降后,埃及国王内克塔内博逃往埃塞俄比亚,阿尔塔薛西斯得以控制整个埃及。波斯国王在掠夺神庙后,遣散了希腊雇佣军,任命费伦达特斯为总督,并返回巴比伦。

§16.51.1τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθʼ ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις.
当时,在布巴斯托斯投降之后,其余的城市大为惊恐,并根据协定投降了波斯人。
ἐν δὲ τῇ Μέμφει διατρίβων ὁ βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους.
留在孟斐斯的国王内克塔内博看到各城市走向背叛的势头,不敢面对争夺统治权的危险。
ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν.
因此,他放弃了王位,带走大部分财产,逃往埃塞俄比亚。
§16.51.2Ἀρταξέρξης δὲ παραλαβὼν πᾶσαν τὴν Αἴγυπτον καὶ τῶν ἀξιολογωτάτων πόλεων τὰ τείχη περιελὼν τὰ μὲν ἱερὰ συλήσας ἤθροισεν ἀργύρου τε καὶ χρυσοῦ πλῆθος, ἀπήνεγκε δὲ καὶ τὰς ἐκ τῶν ἀρχαίων ἱερῶν ἀναγραφάς, ἃς ὕστερον Βαγώας πολλῶν χρημάτων ἀπελύτρωσε τοῖς ἱερεῦσι τῶν Αἰγυπτίων.
一方,阿尔塔薛西斯接管了整个埃及,并拆毁了最重要城市的城墙。 他掠夺了神庙,搜刮了大量的金银。 他还带走了古代神庙的档案记录,这些记录后来被巴戈阿斯以巨资为埃及祭司们赎回。
§16.51.3τοὺς δὲ συστρατευσαμένους τῶν Ἑλλήνων κατὰ τὴν ἀξίαν ἕκαστον δωρεαῖς ἀξιολόγοις τιμήσας ἀπέλυσεν εἰς τὰς πατρίδας· τῆς δʼ Αἰγύπτου σατράπην καταστήσας Φερενδάτην ἐπανῆλθεν μετὰ τῆς δυνάμεως εἰς Βαβυλῶνα πολλὰ μὲν χρήματα καὶ λάφυρα κομίζων, δόξαν δὲ μεγάλην ἐκ τῶν κατορθωμάτων περιπεποιημένος.
他根据功绩用珍贵的礼物奖赏了每一位共同作战的希腊人,并遣散他们回到各自的祖国;在任命费伦达特斯为埃及总督后,他率军返回巴比伦,随行携带了大量的财富和战利品,并因其成就而赢得了极大的声誉。

词汇与语法注释

  1. 16.51.1οὐκ ἐτόλμησεν ὑποστῆναι — 动词 ἐτόλμησεν(τολμάω“敢于、有勇气做……”的直陈式不定过去时主动主动态第三人称单数)与否定词 οὐκ 连用,后接不定式 ὑποστῆναι(ὑφίστημι“面对、抵抗”的不定过去时主动不定式),表示“没有勇气面对”或“不敢面对”。
  2. 16.51.2πολλῶν χρημάτων — 名词 χρῆμα 的属格复数形式,在此处用作“价格属格(genitive of price)”,意为“以巨额资金”或“付出高昂代价”,用以修饰动词 ἀπελύτρωσε(“赎回”)的手段或代价。
  3. 16.51.2τοῖς ἱερεῦσι — 与格复数形式,在此处用作“利益与格(dative of advantage)”,表示巴戈阿斯是“为了(埃及)祭司们的利益”或“为他们”赎回了这些档案。
  4. 16.51.3τῶν Ἑλλήνων — 属格复数形式,用作名词化分词短语 τοὺς συστρατευσαμένους(“共同作战的人们”)的“部分属格(partitive genitive)”,表示“希腊人中共同参战的那些人”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.51.1-16.51.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.51.1-16.51.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。