Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.52.1-16.52.10

メントルの栄達とヘルミアスの捕縛

560 / 723 箇所 · ギリシア語

要旨

メントルはペルシア王に重用されてアジア沿岸のサトラップとなり、かつての反乱者アルタバゾスらの復帰を認めさせ、またアタルネウスの僭主ヘルミアスを策略で捕らえた。一方ヨーロッパではマケドニア王フィリッポスがカルキディケなどで軍事活動を展開し、ポントスでは王位継承が行われた。

§16.52.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκιον Γάιον καὶ ΠόπλιονΟὐαλέριον.
アテナイでカリマコスがアルコンであった時、ローマ人たちはガイウス・マルキウスとプブリウス・ウァレリウスをコンスルに任命した。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁρῶν μεγάλας ἑαυτῷ παρεσχημένον χρείας ἐν τῷ πρὸς Αἰγυπτίους πολέμῳ Μέντορα τὸν στρατηγὸν προῆγεν αὐτὸν μάλιστα τῶν φίλων.
彼らの時に、アルタクセルクセスは、エジプト人たちとの戦争において将軍メントルが自分に大いなる貢献をしたのを見て、彼を友人のうちで最も引き立てた。
§16.52.2τιμήσας δʼ ἀριστείοις τὸν ἄνδρα ἐδωρήσατο αὐτῷ ἀργυρίου μὲν ἑκατὸν τάλαντα, τῆς δʼ ἄλλης πολυτελοῦς κατασκευῆς τὴν κρατίστην·
彼はこの男に殊勲の褒賞を与えてその功を称え、銀百タラントンと、その他の豪華な調度品のうちで最も素晴らしいものを贈った。
ἀπέδειξε δὲ σατράπην τῆς κατὰ τὴν Ἀσίαν παραλίας καὶ τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον ἐπέτρεψεν, αὐτοκράτορα στρατηγὸν ἀποδείξας.
また、アジアの沿岸地域のサトラップに任命し、反乱を起こした者たちに対する戦争を委ね、彼を全権を有する将軍に任じた。
§16.52.3ὁ δὲ Μέντωρ ἔχων οἰκειότητα πρὸς Ἀρτάβαζον καὶ Μέμνονα τοὺς διαπεπολεμηκότας μὲν πρὸς Πέρσας ἐν τοῖς ἐπάνω χρόνοις, τότε δὲ πεφευγότας ἐκ τῆς Ἀσίας καὶ διατρίβοντας παρὰ Φιλίππῳ, δεηθεὶς τοῦ βασιλέως ἔπεισεν αὐτὸν ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων.
一方メントルは、かつてペルシア人に対して戦ったものの、その時はアジアから逃亡してフィリッポスのもとに滞在していたアルタバゾスとメムノンと親戚関係にあったため、王に願って、彼らの容疑を免除するよう説得した。
εὐθὺς δὲ καὶ μετεπέμψατο πρὸς ἑαυτὸν ἀμφοτέρους μεθʼ ὅλης τῆς συγγενείας·
そして直ちに、彼ら両名をその一族全員とともに自らのもとに呼び寄せた。
§16.52.4ἦσαν γὰρ Ἀρταβάζῳ γεγονότες ἐκ τῆς Μέντορος καὶ Μέμνονος ἀδελφῆς υἱοὶ μὲν ἕνδεκα, θυγατέρες δὲ δέκα.
というのも、アルタバゾスには、メントルとメムノンの姉妹との間に生まれた十一人の息子と十人の娘がいたからである。
ψυχαγωγούμενος δʼ ἐπὶ τῷ πλήθει τῶν τέκνων ὁ Μέντωρ προῆγε τοὺς παῖδας, παραδιδοὺς αὐτοῖς τὰς ἐπιφανεστάτας ἐν τοῖς στρατιωτικοῖς ἡγεμονίας.
メントルは多くの子供たちがいることに心を慰められ、その子供たちを引き立てて、軍事的な指揮権のうちでも最も顕著なものを彼らに委ねた。
§16.52.5ἐστρατεύσατο δʼ ἐπὶ πρῶτον Ἑρμίαν τὸν Ἀταρνέως τύραννον, ἀφεστηκότα τοῦ βασιλέως καὶ πολλῶν ὀχυρωμάτων καὶ πόλεων κυριεύοντα.
彼はまず、王に反乱を起こし、多くの堅固な要塞や都市を支配していたアタルネウスの僭主ヘルミアスに対して遠征した。
§16.52.6ἐπαγγειλάμενος δʼ αὐτῷ πείσειν τὸν βασιλέα καὶ τῶν ἐγκλημάτων ἀπολῦσαι συνῆλθεν εἰς λόγους καὶ παρακρουσάμενος αὐτὸν συνέλαβε.
彼はヘルミアスに対し、自分が王を説得して罪から解放してやると約束して会談を持ち、彼を騙して捕らえた。
κυριεύσας δὲ τοῦ δακτυλίου καὶ γράψας εἰς τὰς πόλεις ὅτι διήλλακται τῷ βασιλεῖ διὰ Μέντορος καὶ σφραγισάμενος τὰς ἐπιστολὰς τῷ τοῦ Ἑρμείου δακτυλίῳ συνεξέπεμψε τοὺς παραληψομένους τὰ χωρία.
そして彼の指輪を手に入れ、王とメントルを介して和解したという手紙を都市たちに書き、その書簡にヘルミアスの指輪で封印をして、各地を接収する者たちを一緒に送り出した。
§16.52.7οἱ δʼ ἐν ταῖς πόλεσι πιστεύσαντες τοῖς γεγραμμένοις καὶ τὴν εἰρήνην ἀγαπητῶς προσδεξάμενοι παρέδωκαν πάντες τὰ φρούρια καὶ τὰς πόλεις.
都市の人々は書かれたことを信用し、和平を喜んで受け入れて、全員が砦や都市を引き渡した。
Μέντωρ μὲν οὖν διʼ ἀπάτης ταχὺ παραλαβὼν ἀκινδύνως τὰ τῶν ἀποστατῶν πολίσματα μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τῷ βασιλεῖ, δόξας δύνασθαι στρατηγεῖν πραγματικῶς.
こうしてメントルは、欺瞞によって速やかに、かつ危険を冒すことなく反乱者たちの小都市を手に入れ、実際的な手腕で軍を指揮できると認められて、王から大変な歓迎を受けた。
§16.52.8ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἡγεμόνας τοὺς ἀλλοτρίως διακειμένους τοῖς Πέρσαις τοὺς μὲν βιασάμενος, τοὺς δὲ καταστρατηγήσας ἅπαντας ταχέως κατεπολέμησεν.
同様に、ペルシア人に敵対的な態度をとっていた他の指導者たちに対しても、ある者は力で屈服させ、ある者は策略で破り、すべて速やかに打ち破った。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
アジアにおける状況はこのようであった。
§16.52.9κατὰ δὲ τὴν Εὐρώπην Φίλιππος μὲν ὁ Μακεδόνων βασιλεὺς στρατεύσας ἐπὶ τὰς Χαλκιδικὰς πόλεις Ζερεία μὲν φρούριον ἐκπολιορκήσας κατέσκαψε, τῶν δʼ ἄλλων πολισμάτων ἔνια καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι·
一方ヨーロッパにおいては、マケドニアの王フィリッポスがカルキディケの都市たちに対して遠征し、ゼレイアという砦を攻め落として破壊し、他の小都市の幾つかを脅して服従させた。
ἐπὶ δὲ τὰς Φερὰς τῆς Θετταλίας παρελθὼν Πειθόλαον δυναστεύοντα τῆς πόλεως ἐξέβαλεν.
そしてテッサリアのフェライに進み、その街を支配していたペイテラオスを追放した。
§16.52.10ἅμα δὲ τούτοις πραττομένοις ἐν τῷ Πόντῳ Σπάρτακος ὁ τοῦ Πόντου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πέντε, τὴν δʼ ἡγεμονίαν διαδεξάμενος ὁ ἀδελφὸς Παιρισάδης ἐβασίλευσεν ἔτη τριάκοντα ὀκτώ.
これらのことが行われていたのと同時に、ポントスにおいては、ポントス王スパルタコスが五年間の統治の後に世を去り、その支配を継承した兄弟のペイリサデスが三十八年間王として治めた。

語釈・文法注

  1. 16.52.1παρεσχημένον — 知覚動詞 ὁρῶν(〜を見る)の補足分詞。対格の Μέντορα (将軍メントル)を意味上の主語とし、完了分詞 παρεσχημένον (παρέχω「与える、提供する」の完了中動分詞)が「大いなる貢献をしたこと」という事実を表す。
  2. 16.52.4ἦσαν ... γεγονότες — 存在動詞 ἦσαν と完了分詞 γεγονότες による過去完了の迂言的表現。与格 Ἀρταβάζῳ は所有の与格(「アルタバゾスには〜が生まれていた」)。
  3. 16.52.6ἀπολῦσαι — 分詞 ἐπαγγειλάμενος(約束して)にかかる不定詞。未来不定詞 πείσειν(説得すること)と並列されているが、ἀπολῦσαι(アオリスト不定詞)の意味上の主語は前節の対格 τὸν βασιλέα (王)であり、「王が罪から免除すること」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.52.1-16.52.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.52.1-16.52.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。