Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.50.1-16.50.8

布巴斯托斯陷落与门托尔和巴戈阿斯结盟

第 558 段,共 723 段 · 希腊语

内容简介

在门托尔和巴戈阿斯攻取布巴斯托斯期间,埃及人与希腊人之间发生内讧,导致希腊人俘虏了巴戈阿斯,后经门托尔调停将其释放。由此,门托尔与巴戈阿斯结盟,并在随后阿尔塔薛西斯国王的朝廷中掌握了至高无上的权力。

§16.50.1ὡς γὰρ οἱ περὶ τὸν Μέντορα καὶ Βαγώαν πλησίον αὐτῆς κατεστρατοπέδευσαν, οἱ μὲν Αἰγύπτιοι λάθρᾳ τῶν Ἑλλήνων ἐξέπεμψάν τινα πρὸς τὸν Βαγώαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν ἐὰν αὐτοῖς τὴν ἀσφάλειαν συγχωρήσωσιν.
因为当门托尔和巴戈阿斯一伙在城市附近扎营时,埃及人背着希腊人向巴戈阿斯派去了一名使者,许诺说如果能保证他们的安全,他们就将城市交出。
§16.50.2οἱ δʼ Ἕλληνες αἰσθόμενοι τὸ γεγονὸς κατεδίωξαν τὸν ἀπεσταλμένον καὶ φόβον ἐπικρεμάσαντες ἤκουσαν τὴν ἀλήθειαν·
但希腊人察觉到了发生的事,便追赶那名派出的使者,并施加恐吓,逼问出了真相。
ἐφʼ οἷς παροξυνθέντες ἐπέθεντο τοῖς Αἰγυπτίοις καὶ τινὰς μὲν ἀπέκτειναν, τινὰς δὲ τραυματίας ποιήσαντες τοὺς λοιποὺς συνήλασαν εἴς τι μέρος τῆς πόλεως.
他们对此大为恼火,向埃及人发起进攻,杀死了一些人,打伤了一些人,并将其余的人驱赶到城市的某一个区域。
§16.50.3οἱ δʼ ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρʼ αὐτῶν.
被打败的埃及人向巴戈阿斯说明了发生的事,请求他迅速赶来从他们手中接管城市。
τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων ὁ Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι.
而希腊人则暗中派使者去见门托尔,门托尔私下鼓动他们,一旦巴戈阿斯进入城市,就对这些异族人发起进攻。
§16.50.4μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν.
此后,当巴戈阿斯在未经希腊人同意的情况下率领波斯人进入,且其部分士兵已进城时,希腊人突然关闭城门,袭击了城墙内的波斯人,将他们全部杀死,并生擒了巴戈阿斯本人。
§16.50.5ὁ δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης.
巴戈阿斯看出自己生还的希望全在于门托尔,便恳求他救自己一命,并许诺今后绝不在未经他同意的情况下做任何事。
§16.50.6ὁ δὲ Μέντωρ πείσας τοὺς Ἕλληνας ἀφεῖναι τὸν Βαγώαν καὶ διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν τὴν μὲν ἐπιγραφὴν τοῦ προτερήματος αὐτὸς ἀπηνέγκατο, τῷ δὲ Βαγώᾳ τῆς σωτηρίας αἴτιος γενόμενος συνέθετο πρὸς αὐτὸν κοινοπραγίαν καὶ δοὺς ὅρκους καὶ λαβὼν περὶ τούτων διετέλεσε τὴν σύνθεσιν φυλάττων μέχρι τῆς τοῦ βίου τελευτῆς.
门托尔说服希腊人放走巴戈阿斯,并使城市的移交通过自己来完成,从而亲自揽下了这一成功的功劳;同时,由于他成了救巴戈阿斯性命的人,便与他达成了共同行动的协议,双方为此交换了誓言,并在其余生中一直遵守这一协定。
§16.50.7διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρʼ Ἀρταξέρξῃ·
因此,这两位在国王面前同心协力,后来在阿尔塔薛西斯的友人及亲属中获得了最大的权势。
ὁ μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν· §16.50.8ὁ δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης.
因为门托尔被任命为亚洲沿海地区的最高统帅,通过从希腊召集雇佣军并派遣给阿尔塔薛西斯,以及在事务中英勇且忠诚地管理一切,为国王提供了极大的服务;而巴戈阿斯则在上部行省中为国王管理一切事务,通过在行动中与门托尔的结盟,他获得了如此巨大的权力,以至于成为了王国的实际主宰,阿尔塔薛西斯在未经他同意的情况下不采取任何行动。
καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας.
甚至在国王死后,也总是由他来指定王位的继承人,除了名号之外,他拥有国王的一切权力。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
不过,关于这些事情,我们将在相应的时期予以详细记载。

词汇与语法注释

  1. §16.50.1λάθρᾳ τῶν Ἑλλήνων — 副词 `λάθρᾳ` 支配属格 `τῶν Ἑλλήνων`,形成副词短语,意为“背着希腊人”或“瞒着希腊人”。
  2. §16.50.2ἐφʼ οἷς παροξυνθέντες — 介词 `ἐπί` 接与格中性复数关系代词 `οἷς`,表示原因或契机(“因这些事”),用以修饰被动分词 `παροξυνθέντες`(“被激怒”)。关系代词指代前句所述的整个事件。
  3. §16.50.6διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν — 对格 `τὴν παράδοσιν`(“移交”)充当不定式 `γενέσθαι` 的主语。介词短语 `διʼ ἑαυτοῦ`(“通过他自己”)使用了指代主句主语(门托尔)的反身代词。
  4. §16.50.8ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην — 在由 `ὥστε` 引导的结果从句中,两个不定式 `εἶναι` 和 `πράττειν` 的主语发生了切换。前者省略了与主句主语一致的巴戈阿斯,而后者则显式给出了对格主语 `τὸν Ἀρταξέρξην`(阿尔塔薛西斯)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.50.1-16.50.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.50.1-16.50.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。