Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.50.1-16.50.8

ブバストス攻略とメントルおよびバゴアスの結託

558 / 723 箇所 · ギリシア語

要旨

メントルとバゴアスによるブバストス攻略の際、エジプト人とギリシア人の間で内分が生じ、ギリシア人がバゴアスを捕らえるが、メントルがそれを調停した。これを機にメントルとバゴアスは同盟を結び、後にアルタクセルクセス王の宮廷で絶大な権力を握ることになった。

§16.50.1ὡς γὰρ οἱ περὶ τὸν Μέντορα καὶ Βαγώαν πλησίον αὐτῆς κατεστρατοπέδευσαν, οἱ μὲν Αἰγύπτιοι λάθρᾳ τῶν Ἑλλήνων ἐξέπεμψάν τινα πρὸς τὸν Βαγώαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν ἐὰν αὐτοῖς τὴν ἀσφάλειαν συγχωρήσωσιν.
ὡς γὰρ οἱ περὶ τὸν Μέντορα καὶ Βαγώαν πλησίον αὐτῆς κατεστρατοπέδευσαν, οἱ μὲν Αἰγύπτιοι λάθρᾳ τῶν Ἑλλήνων ἐξέπεμψάν τινα πρὸς τὸν Βαγώαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν ἐὰν αὐτοῖς τὴν ἀσφάλειαν συγχωρήσωσιν. というのも、メントルとバゴアスの一行がその都市の近くに陣を敷くと、エジプト人たちはギリシア人に隠れてバゴアスのもとに使者を送り、もし自分たちの安全を保障してくれるなら都市を引き渡すと約束したからである。
§16.50.2οἱ δʼ Ἕλληνες αἰσθόμενοι τὸ γεγονὸς κατεδίωξαν τὸν ἀπεσταλμένον καὶ φόβον ἐπικρεμάσαντες ἤκουσαν τὴν ἀλήθειαν·
οἱ δʼ Ἕλληνες αἰσθόμενοι τὸ γεγονὸς κατεδίωξαν τὸν ἀπεσταλμένον καὶ φόβον ἐπικρεμάσαντες ἤκουσαν τὴν ἀλήθειαν· ἐφʼ οἷς παροξυνθέντες ἐπέθεντο τοῖς Αἰγυπτίοις καὶ τινὰς μὲν ἀπέκτειναν, τινὰς δὲ τραυματίας ποιήσαντες τοὺς λοιποὺς συνήλασαν εἴς τι μέρος τῆς πόλεως. しかしギリシア人たちはこの事実に気づくと、送られた使者を追跡し、恐怖で脅して真実を聞き出した。
ἐφʼ οἷς παροξυνθέντες ἐπέθεντο τοῖς Αἰγυπτίοις καὶ τινὰς μὲν ἀπέκτειναν, τινὰς δὲ τραυματίας ποιήσαντες τοὺς λοιποὺς συνήλασαν εἴς τι μέρος τῆς πόλεως.
これに激怒した彼らはエジプト人たちに襲いかかり、ある者たちを殺害し、またある者たちに負傷を負わせ、残りの者たちを都市のある一角へと追い詰めた。
§16.50.3οἱ δʼ ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρʼ αὐτῶν.
οἱ δʼ ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρʼ αὐτῶν. τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων ὁ Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι. 敗れたエジプト人たちはバゴアスに事の顛末を伝え、急いで来て自分たちから都市を接収するよう求めた。
τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων ὁ Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι.
一方、ギリシア人たちがメントルに秘密裏に使者を送ると、メントルは秘密の了解のもと、彼らに対し、バゴアスが都市に入った時に異民族たちに襲撃を加えるよう促した。
§16.50.4μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν.
μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν. この後、バゴアスがギリシア人たちの同意なしにペルシア人たちとともに入城し、兵士の一部が中に入った時、ギリシア人たちは突然門を閉めて城壁の内部にいた者たちに襲いかかり、全員を殺害した上で、バゴアス自身を捕虜にした。
§16.50.5ὁ δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης.
ὁ δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης. 彼は、自分の助かる見込みがメントルにかかっているのを見て、命を救ってくれるよう懇願し、今後は彼の意志なしにはいかなることも行わないと固く約束した。
§16.50.6ὁ δὲ Μέντωρ πείσας τοὺς Ἕλληνας ἀφεῖναι τὸν Βαγώαν καὶ διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν τὴν μὲν ἐπιγραφὴν τοῦ προτερήματος αὐτὸς ἀπηνέγκατο, τῷ δὲ Βαγώᾳ τῆς σωτηρίας αἴτιος γενόμενος συνέθετο πρὸς αὐτὸν κοινοπραγίαν καὶ δοὺς ὅρκους καὶ λαβὼν περὶ τούτων διετέλεσε τὴν σύνθεσιν φυλάττων μέχρι τῆς τοῦ βίου τελευτῆς.
ὁ δὲ Μέντωρ πείσας τοὺς Ἕλληνας ἀφεῖναι τὸν Βαγώαν καὶ διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν τὴν μὲν ἐπιγραφὴν τοῦ προτερήματος αὐτὸς ἀπηνέγκατο, τῷ δὲ Βαγώᾳ τῆς σωτηρίας αἴτιος γενόμενος συνέθετο πρὸς αὐτὸν κοινοπραγίαν καὶ δοὺς ὅρκους καὶ λαβὼν περὶ τούτων διετέλεσε τὴν σύνθεσιν φυλάττων μέχρι τῆς τοῦ βίου τελευτῆς. そこでメントルはギリシア人たちを説得してバゴアスを解放させ、都市の引き渡しが自らを通じて行われるように計らうことで、この成功の名声を自ら獲得した。 そして、バゴアスの命を救った恩人となったことで、彼と共同で行動する合意を形成し、互いにこれに関する誓いを交わして、生涯にわたりこの同盟を守り通した。
§16.50.7διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρʼ Ἀρταξέρξῃ·
διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρʼ Ἀρταξέρξῃ· ὁ μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν· そのため、この二人が王のもとで一致協力したことは、後にアルタクセルクセスの宮廷の友人や親族たちの中で、彼らが最大の権力を握る結果をもたらした。
ὁ μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν·
というのも、メントルはアジアの沿岸地方における最高司令官に任命され、ギリシアから傭兵を募ってアルタクセルクセスのもとへ送る一方で、諸般の活動において勇敢かつ忠実にすべてを執り行い、王に対して大いなる貢献をしたからである。
§16.50.8ὁ δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης.
ὁ δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. 一方、バゴアスは内陸のサトラペイアにおいて王のためにすべての政務を執り行い、メントルとの活動上の提携を通じて非常に大きな権力を獲得したため、王国の事実上の支配者となり、アルタクセルクセスは彼の意志なしにはいかなることも行わなくなった。
καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας.
さらに、王の死後も、常に彼が王位継承者たちを指名し、称号を除いては王としてのあらゆる権力を持っていた。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
しかし、これらについては、それぞれの適切な時期において個別に記録することにする。

語釈・文法注

  1. §16.50.1λάθρᾳ τῶν Ἑλλήνων — 副詞 `λάθρᾳ` が属格 `τῶν Ἑλλήνων` を支配して「ギリシア人たちに隠れて」という意味の副詞句を形成している。
  2. §16.50.2ἐφʼ οἷς παροξυνθέντες — 前置詞 `ἐπί`(与格支配、ここでは中性複数関係代名詞 `οἷς` に係る)が「〜のゆえに、〜に際して」という原因・理由を表し、受動分詞 `παροξυνθέντες`(激怒して)の動機を示している。先行詞は前文全体(ギリシア人が使者を捕らえて真実を聞き出したこと)を指す。
  3. §16.50.6διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν — 不定詞 `γενέσθαι` の意味上の主語は対格の `τὴν παράδοσιν`(引き渡し)であり、前置詞句 `διʼ ἑαυτοῦ` は「自分自身の手によって、自分を通じて」を意味する。主節の主語 `ὁ δὲ Μέντωρ` に対応する再帰代名詞 `ἑαυτοῦ` が用いられている。
  4. §16.50.8ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην — 結果の `ὥστε` 節内で、二つの不定詞 `εἶναι` と `πράττειν` の意味上の主語が異なっている。前者の主語は主節の主語である `ὁ δὲ Βαγώας`(バゴアス)が省略されており、後者の主語は対格 `τὸν Ἀρταξέρξην`(アルタクセルクセス)として明示されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.50.1-16.50.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.50.1-16.50.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。