Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.49.1-16.49.8

ペルシオンの開城とメントルの調略

557 / 723 箇所 · ギリシア語

要旨

テーバイ人ラクラテスはペルシオンを包囲して降伏を認めさせた。一方、メントルは降伏を促す巧妙な計略を広めることで、エジプトの多くの都市を内紛に陥らせて降伏させた。

§16.49.1ὁ δὲ τῆς πρώτης μερίδος ἀφηγούμενος Λακράτης ὁ Θηβαῖος ἐπὶ τὴν τοῦ Πηλουσίου πολιορκίαν ὥρμησεν·
一方、第一部隊を率いるテーバイ人ラクラテスは、ペルシオンの包囲へと向かった。
ἀποστρέψας δὲ τῆς διώρυγος τὸ ῥεῦμα πρὸς ἕτερα μέρη καὶ τὸν ἀναξηρανθέντα τόπον χώσας μηχανὰς προσήγαγε τῇ πόλει.
彼は運河の流れを別の方向へ逸らし、干上がった場所を埋め立てて、都市に攻城兵器を近づけた。
ἐπὶ πολὺ δὲ μέρος πεσόντων τῶν τειχῶν οἱ τὸ Πηλούσιον φρουροῦντες ὀξέως ἀντῳκοδόμησαν ἕτερα καὶ πύργους ξυλίνους ἀξιολόγους ἀνέστησαν.
城壁の大部分が崩壊すると、ペルシオンを守備する者たちは、素早く別の壁を築き直し、かなりの規模の木造の塔を建てた。
§16.49.2ἐπὶ δέ τινας ἡμέρας συνεχοῦς γινομένης τῆς τειχομαχίας τὸ μὲν πρῶτον οἱ κατὰ τὸ Πηλούσιον Ἕλληνες ἐρρωμένως ἠμύνοντο τοὺς πολιορκοῦντας·
数日にわたって絶え間ない攻城戦が続く中、当初、ペルシオンにいたギリシア人たちは包囲軍に対して力強く防戦した。
ὡς δʼ ἐπύθοντο τὴν τοῦ βασιλέως ἀναχώρησιν εἰς Μέμφινκαταπλαγέντες περὶ διαλύσεων ἐπρεσβεύοντο.
しかし、王がメンフィスに退却したことを知ると、彼らは恐れをなし、和睦を求めて使節を送った。
§16.49.3τοῦ δὲ Λακράτους δόντος αὐτοῖς διὰ τῶν ὅρκων πίστεις ὅτι παραδόντων αὐτῶν τὸ Πηλούσιον ἀποκομισθήσονται πάντες εἰς τὴν Ἑλλάδα μεθʼ ὧν ἂν ἐξενέγκωσι, παρέδωκαν τὸ φρούριον.
ラクラテスが、彼らがペルシオンを引き渡すならば、各自が持ち出せる限りの私物とともに全員がギリシアに送り届けられるという誓いによる確約を与えたので、彼らは砦を引き渡した。
§16.49.4μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρταξέρξης ἀπέστειλε Βαγώαν μετὰ στρατιωτῶν βαρβάρων παραληψόμενον τὸ Πηλούσιον·
この後、アルタクセルクセスはバゴアスを異民族の兵士たちとともに派遣し、ペルシオンを接収させようとした。
οἱ δὲ στρατιῶται παριόντες εἰς τὸ χωρίον τῶν ἐξιόντων Ἑλλήνων ἀφῃροῦντο πολλὰ τῶν ὑπʼ αὐτῶν ἐκκομιζομένων.
しかし、その兵士たちは砦に入ると、退去していくギリシア人たちから、彼らが運び出そうとしていた多くの私物を奪い取った。
§16.49.5ἀγανακτούντων δὲ τῶν ἀδικουμένων καὶ θεοὺς τοὺς ἐπόπτας τῶν ὅρκων ἐπιβοωμένων παροξυνθεὶς ὁ Λακράτης τροπὴν ἐποίησε τῶν βαρβάρων καί τινας καταβαλὼν ἐπεκούρησε τοῖς παρασπονδουμένοις.
不当な扱いを受けた人々が憤慨し、誓いの監視者たる神々に呼びかけて助けを求める中、怒ったラクラテスは異民族たちを敗走させ、何人かを打ち倒して、誓約を破られかけている人々を救援した。
§16.49.6τοῦ δὲ Βαγώου φυγόντος πρὸς τὸν βασιλέα καὶ κατηγοροῦντος τοῦ Λακράτους ὁ Ἀρταξέρξης ἔκρινε δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν καὶ τῶν Περσῶν τοὺς αἰτίους τῆς ἁρπαγῆς ἀπέκτεινεν.
バゴアスが王のもとに逃れてラクラテスを告発すると、アルタクセルクセスは、バゴアスの部下たちが当然の報いを受けたのだと判断し、ペルシア人のうち略奪の責任者たちを処刑した。
τὸ μὲν οὖν Πηλούσιον τοῦτον τὸν τρόπον παρεδόθη τοῖς Πέρσαις.
こうしてペルシオンはこのようにしてペルシア人に引き渡された。
§16.49.7Μέντωρ δὲ ὁ τοῦ τρίτου μέρους ἡγούμενος Βούβαστον καὶ πολλὰς ἄλλας πόλεις χειρωσάμενος ὑπηκόους ἐποίησε τῷ βασιλεῖ διʼ ἑνὸς στρατηγήματος.
一方、第三部隊を指揮するメントルは、ブバストスをはじめとする多くの都市を制圧し、一つの策略によってそれらを王の支配下に置いた。
πασῶν γὰρ τῶν πόλεων φρουρουμένων ὑπὸ δυεῖν ἐθνῶν, Ἑλλήνων τε καὶ Αἰγυπτίων, ὁ Μέντωρ διέδωκε λόγον εἰς τοὺς στρατιώτας ὅτι βασιλεὺς Ἀρταξέρξης τοῖς μὲν ἑκουσίως παραδιδοῦσι τὰς πόλεις φιλανθρώπως χρήσασθαι διέγνωκε, τοῖς δὲ βίᾳ κρατηθεῖσι τὴν αὐτὴν ἀπονέμειν τιμωρίαν ἥνπερ τοῖς Σιδωνίοις ἐπέστησε·
というのも、すべての都市はギリシア人とエジプト人という二つの民族によって守備されていたため、メントルは兵士たちの間に次のような噂を広めたのである。 すなわち、王アルタクセルクセスは、自発的に都市を引き渡す者たちに対しては寛大に処遇することを決めているが、武力によって制圧された者たちに対しては、シドン人に科したのと同じ罰を与えるつもりである、と。
καὶ τοῖς φυλάττουσι τὰς πύλας παρήγγειλεν ἐᾶν τοὺς βουλομένους παρʼ αὐτῶν αὐτομολεῖν.
そして彼は、門を守備している者たちに対し、自分たちの側から脱走することを望む者をそのまま通してやるように命じた。
§16.49.8διόπερ ἀκωλύτως τῶν ἡλωκότων Αἰγυπτίων ἀπιόντων ἐκ τῆς παρεμβολῆς ταχέως εἰς ἁπάσας τὰς κατὰ τὴν Αἴγυπτον πόλεις ὁ λόγος ὁ προειρημένος διεσπάρη.
そのため、捕虜となっていたエジプト人たちが陣地から邪魔されることなく去っていくと、先ほどの噂がエジプト全土のすべての都市に急速に広まった。
εὐθὺς οὖν οἱ μισθοφόροι πρὸς τοὺς ἐγχωρίους πανταχῇ διεφέροντο καὶ στάσεως αἱ πόλεις ἐπληροῦντο.
その結果、直ちに傭兵たちと地元住民がいたるところで対立するようになり、諸都市は内分で満ちた。
ἑκάτεροι γὰρ ἰδίᾳ διεφιλοτιμοῦντο παραδιδόναι τὰ φρούρια καὶ τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο· ὅπερ καὶ περὶ πρώτην τὴν Βούβαστον συνέβη γενέσθαι.
というのも、双方がそれぞれ、自ら砦を引き渡して、その好意に対する自分たち自身の将来の恩恵の期待と引き換えにしようと競い合ったからであり、このことはまずブバストスにおいて発生した。

語釈・文法注

  1. 16.49.3μεθʼ ὧν ἂν ἐξενέγκωσι — 関係代名詞の引き込み(attraction)が生じている。本来は μετὰ τούτων ἃ ἂν ἐξενέγκωσι (彼らが持ち出すであろうそれらのものとともに)となるところ、先行詞が省略され、関係代名詞 ὧν が前置詞 μετά の支配する属格に引き込まれている。
  2. 16.49.6δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν — 「バゴアスの配下の人々が当然の(ふさわしい)報いを受けた」という意味。πεπονθέναι は πάσχω(受ける、被る)の完了不定詞。δίκαια は形容詞 δίκαιος(公正な、当然の)の中性複数対格で、名詞的に「当然の処罰、ふさわしい扱い」を意味し、不定詞の目的語となっている。
  3. 16.49.8τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο — ἠλλάττοντο は ἀλλάττομαι(交換する)の未完了過去で、属格(τῆς χάριτος ταύτης)を「交換の対価(〜と引き換えに)」として伴う。「この引き渡しの好意と引き換えに、自分たちの個人的な幸福な期待(ἀγαθῶν ἐλπίδας ἰδίας)を得ようと試みていた」と解釈される。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.49.1-16.49.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.49.1-16.49.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。