§16.47.1τῇ δʼ ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπʼ ἀρετῇ τε καὶ εὐνοίᾳ.
翌日、王がギリシア人部隊を三つの部分に分割すると、それぞれの部分はギリシア人の将軍と、この者に並んで配属されたペルシア人の指揮官、すなわち勇気と忠誠心において選り抜かれた人物を一人ずつ擁していた。
§16.47.2τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην·
第一の部隊はボイオティア人が占めており、彼らはテーバイ人ラクラテスを将軍とし、ペルシア人ローサケスを指揮官として戴いていた。
οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ἰωνίας καὶ Λυδίας·
このローサケスは、マゴス僧を打倒した七人のペルシア人のうちの一人の子孫であり、イオニアとリュディアのサトラップであった。
συνείπετο δʼ αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων.
彼には多くの騎兵と、少なからぬ蛮族の歩兵軍が従っていた。
§16.47.3δευτέρα δʼ ἦν μερὶς ἡ τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετʼ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου·
第二の部分はアルゴス人のもので、ニコストラトスが将軍を務め、彼とともにペルシア人の共同指揮官であるアリスタザネスが指揮にあたった。
οὗτος δʼ ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν·
このアリスタザネスは、王の取次役であり、バゴアスの次に最も忠実な友であった。
προσωρίσθησαν δʼ αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα.
彼には選り抜きの兵士五千人と、三段櫂船八十隻が配属された。
§16.47.4τῆς δὲ τρίτης μερίδος ἐστρατήγει Μέντωρ ὁ τὴν Σιδῶνα παραδούς, ἔχων τοὺς προϋπάρχοντας αὐτῷ μισθοφόρους·
第三の部分は、シドンを引き渡したメントルが指揮しており、彼は以前から率いていた自身の傭兵たちを伴っていた。
συνεστρατεύετο δʼ αὐτῷ Βαγώας, ᾧ μάλιστα βασιλεὺς ἐνεπίστευε, τόλμῃ καὶ παρανομίᾳ διαφέρων·
彼とともに、王が最も信頼し、大胆さと不法さにおいて傑出した人物であるバゴアスが従軍した。
εἶχε δʼ οὗτος τοὺς τοῦ βασιλέως Ἕλληνας καὶ τῶν βαρβάρων ἱκανὸν πλῆθος καὶ ναῦς οὐκ ὀλίγας.
バゴアスは王に仕えるギリシア人たち、および十分な数の蛮族と、少なからぬ船を率いていた。
§16.47.5αὐτὸς δὲ τὴν λοιπὴν δύναμιν ἔχων ἐφήδρευε τοῖς ὅλοις πράγμασι.
王自身は、残りの軍勢を率いて全体の情勢を統括していた。
τοιαύτης δὲ τῆς διαιρέσεως γενομένης παρὰ τοῖς Πέρσαις ὁ μὲν τῶν Αἰγυπτίων βασιλεὺς Νεκτανεβὼς οὔτε τὸ πλῆθος τῶν πολεμίων οὔτε τὴν ὅλην διάταξιν τῶν Περσῶν κατεπλάγη, καίπερ πολὺ λειπόμενος τοῦ πλήθους.
ペルシア人の側でこのような分割が行われたが、エジプトの王ネクタネボスは、敵の多さにもペルシア人の全体の陣形にも驚かなかった。 彼自身は数において遥かに劣っていたにもかかわらずである。
§16.47.6εἶχε γὰρ Ἕλληνας μὲν μισθοφόρους δισμυρίους, Λίβυας δὲ παραπλησίους τούτοις, Αἰγυπτίους δὲ τοὺς μαχίμους παρʼ αὐτοῖς ὀνομαζομένους ἑξακισμυρίους, πρὸς δὲ τούτοις πλοίων ποταμίων πρὸς τὰς κατὰ τὸν Νεῖλον μάχας καὶ συμπλοκὰς εὐθέτων ἄπιστον πλῆθος.
なぜなら、彼はギリシア人の傭兵二万人、これと同数のリビア人、そして自国の間で「戦士」と呼ばれているエジプト人六万人を擁しており、これに加えて、ナイル川での戦闘や小競り合いに適した河川用の舟艇を信じられないほど多数持っていたからである。
§16.47.7ὠχύρωτο δʼ αὐτῷ καὶ ἡ πρὸς τὴν Ἀραβίαν νεύουσα πλευρὰ τοῦ ποταμοῦ, πεπυκνωμένη πολίσμασιν, ἔτι δὲ τείχεσι καὶ τάφροις πᾶσα διειλημμένη.
彼のために、アラビアに面する川の側も要塞化されており、数多くの町で固められ、さらに城壁や堀によって全面的に仕切られていた。
ἔχων δὲ καὶ τὰς ἄλλας παρασκευὰς πάσας πρὸς τὸν πόλεμον ἱκανὰς διὰ τὴν ἰδίαν ἀβουλίαν ταχὺ τοῖς ὅλοις ἔπταισεν.
彼は戦争のための他のすべての準備も十分に整えていたが、彼自身の思慮のなさのために、速やかに全体の戦いにおいて失敗を喫した。