Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.45.1-16.45.9

テネスの裏切りとシドンの陥落および焼失

553 / 723 箇所 · ギリシア語

要旨

シドンの王テネースの裏切りによって、シドンはペルシア王アルタクセルクセスに占領され、住民たちは自ら街に火を放って集団自決した。また、カリア、ローマ、シチリアにおける同時代の歴史的事件が簡潔に述べられている。

§16.45.1ὁ δὲ Τέννης κοινωσάμενος τὴν προδοσίαν Μέντορι τῷ στρατηγῷ τῶν ἐξ Αἰγύπτου μισθοφόρων τοῦτον μὲν ἀπέλιπε τηροῦντα μέρος τῆς πόλεως καὶ συνεργοῦντα τοῖς περὶ τὴν προδοσίαν ἐγχειρουμένοις, αὐτὸς δὲ μετὰ στρατιωτῶν πεντακοσίων προῆγεν ἐκ τῆς πόλεως, προσποιούμενος ἐπὶ κοινὴν τῶν Φοινίκων σύνοδον ἀπαντᾶν·
テネースは、エジプトからの傭兵たちの将軍メントルに裏切りの計画を打ち明け、彼を都市の一部を守り、かつ裏切りの企てに協力させるために残し、自分自身は五百人の兵を率いて都市から進み出た。 フェニキア人の共同会議に赴くふりをして。
ἦγε δὲ μεθʼ ἑαυτοῦ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑκατὸν ὡς συμβούλους.
また、市民のうち最も名声ある百人を顧問として同行させた。
§16.45.2ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ἑκατὸν παρέδωκε τῷ Ἀρταξέρξῃ.
\n 彼らが王の近くに達したとき、彼はその百人を捕らえてアルタクセルクセスに引き渡した。
ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ἑκατὸν ὡς αἰτίους ὄντας τῆς ἀποστάσεως κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθʼ ἱκετηριῶν ἀπαντησάντων ἀνεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν εἰ δύναται τὴν πόλιν αὐτῷ παραδοῦναι·
王は彼を友として迎え、その百人を反乱の責任者として槍で突き殺した。 また、シドンの主立った人々五百人が嘆願の枝を手に出迎えたが、王はテネースを呼び戻し、都市を自分に引き渡すことができるかと尋ねた。
σφόδρα γὰρ ἔσπευδε μὴ διʼ ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις.
というのも、王は合意によってシドンを受け取ることを強く嫌い、シドン人を逃れがたい災難に陥れることで、彼らへの処罰によって他の都市を震え上がらせることを望んでいたからである。
§16.45.3τοῦ δὲ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν ὁ βασιλεύς, φυλάττων τὴν ὀργὴν ἀπαραίτητον, ἅπαντας τοὺς πεντακοσίους ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν.
\n テネースが都市を引き渡すことを確約すると、王は怒りをなだめがたいものとして維持し、嘆願の枝を手にした五百人全員を槍で突き殺した。
εἶθʼ ὁ μὲν Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόν τε καὶ τὸν βασιλέα.
それからテネースはエジプトからの傭兵たちのところへ行き、自分と王を城壁の内側へ導き入れるよう彼らを説得した。
§16.45.4ἡ μὲν οὖν Σιδὼν διὰ τοιαύτης προδοσίας ὑποχείριος ἐγένετο τοῖς Πέρσαις.
\n こうしてシドンは、このような裏切りによってペルシア人の手中に落ちた。
ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν Τέννην μηκέτι χρήσιμον ὑπάρχειν ἀνεῖλεν.
王はテネースがもはや役に立たないと考え、彼を殺害した。
οἱ δὲ Σιδώνιοι πρὸ μὲν τῆς παρουσίας τοῦ βασιλέως ἐνέπρησαν ἁπάσας τὰς ναῦς, ὅπως μηδεὶς δύνηται τῶν κατὰ τὴν πόλιν ἐκπλεύσας ἰδίᾳ σωτηρίαν πορίζεσθαι·
一方、シドン人は、王が到着する前に、都市の誰もが出帆して個々に安全を確保することができないようにするために、すべての船に火を放っていた。
ἐπειδὴ δὲ τὴν πόλιν ἑώρων καὶ τὰ τείχη κατειλημμένα καὶ πολλαῖς μυριάσι στρατιωτῶν περιεχόμενα, συγκλείσαντες ἑαυτοὺς καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς τὰς οἰκίας ἐνέπρησαν.
しかし、都市と城壁が占領され、何万人もの兵士に取り囲まれているのを見ると、自分たちと子供たち、そして妻たちを家に閉じ込め、家に火を放った。
§16.45.5φασὶ δὲ τοὺς ὑπὸ τοῦ πυρὸς τότε διαφθαρέντας σὺν τοῖς οἰκετικοῖς σώμασι γεγονέναι πλείους τῶν τετρακισμυρίων.
\n その時、火によって滅ぼされた人々は使用人たちを含めて四万人を超えていたと言われている。
τούτου δὲ τοῦ πάθους περὶ τοὺς Σιδωνίους γενομένου καὶ τῆς πόλεως ὅλης μετὰ τῶν ἐνοικούντων ὑπὸ τοῦ πυρὸς ἀφανισθείσης τὴν πυρκαϊὰν ὁ βασιλεὺς ἀπέδοτο πολλῶν ταλάντων·
シドン人にこのような惨劇が起こり、都市全体が住民とともに火によって消滅すると、王は焼け跡を多くのタラントンで売却した。
§16.45.6διὰ γὰρ τὴν εὐδαιμονίαν τῶν ἐνῳκηκότων εὑρέθη πολὺς ἄργυρός τε καὶ χρυσὸς ὑπὸ τοῦ πυρὸς κεχωνευμένος.
\n なぜなら、かつて住んでいた人々の富裕さのゆえに、火によって溶かされた多くの銀や金が発見されたからである。
τὰ μὲν οὖν κατὰ Σιδῶνα συμβάντα δυστυχήματα τοιαύτην ἔσχε τὴν καταστροφήν, αἱ δʼ ἄλλαι πόλεις καταπλαγεῖσαι προσεχώρησαν τοῖς Πέρσαις.
こうして、シドンをめぐって起こった災難はこのような結末を迎え、他の都市は恐怖に打たれてペルシア人に帰順した。
§16.45.7βραχὺ δὲ πρὸ τούτων τῶν χρόνων Ἀρτεμισία μὲν ἡ Καρίας δυναστεύουσα μετήλλαξεν ἄρξασα ἔτη δύο, τὴν δὲ δυναστείαν Ἰδριεὺς ὁ ἀδελφὸς διεδέξατο καὶ ἦρξεν ἔτη ἑπτά.
\n これらの時期の少し前に、カリアを支配していたアルテミシアが二年間統治した後に他界し、その支配権を弟のイドリエウスが引き継いで七年間統治した。
§16.45.8κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς μὲν Πραινεστίνους ἀνοχάς, πρὸς δὲ Σαυνίτας συνθήκας ἐποιήσαντο, Ταρκυνίους δὲ ἄνδρας διακοσίους καὶ ἑξήκοντα δημοσίᾳ ἐθανάτωσαν ἐν τῇ ἀγορᾷ.
\n イタリアでは、ローマ人がプライネステ人とは休戦を、サムニウム人とは条約を結び、タルクィニイの住民二百六十人を広場で公に処刑した。
§16.45.9κατὰ δὲ τὴν Σικελίαν Λεπτίνης καὶ Κάλλιππος οἱ Συρακόσιοι δύναμιν ἔχοντες ἐξεπολιόρκησαν Ῥήγιον φρουρούμενον ὑπὸ Διονυσίου τοῦ τυράννου τοῦ νεωτέρου καὶ τὴν μὲν φρουρὰν ἐξέβαλον, τοῖς δὲ Ῥηγίνοις τὴν αὐτονομίαν ἀπεκατέστησαν.
\n シチリアでは、シュラクサイのレプティネスとカリッポスが軍勢を率いて、僭主小ディオニュシオスによって守備されていたレギオンを包囲攻略し、守備隊を追い出して、レギオンの人々に自治を回復させた。

語釈・文法注

  1. §16.45.2μὴ διʼ ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν — 否定の μή が不定詞 παραλαβεῖν にかかっており、動詞 ἔσπευδε(切望していた)の目的語として「合意によってシドンを手に入れることのないよう強く望んでいた」という意味を表す。
  2. §16.45.3φυλάττων τὴν ὀργὴν ἀπαραίτητον — 形容詞 ἀπαραίτητον(なだめがたい、容赦のない)は、直接目的語 τὴν ὀργήν(怒り)に対して述語的な位置に置かれており、「その怒りをなだめがたいものとして維持しつつ」という付帯状況を表す。
  3. §16.45.5πολλῶν ταλάντων — 属格 πολλῶν ταλάντων は「価格の属格」であり、中間態動詞 ἀπέδοτο(売却した)の取引額を示している。王がシドンの焼け跡を巨額の金で売ったことを意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.45.1-16.45.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.45.1-16.45.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。