Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.43.1-16.43.4

泰涅斯遣使密降与波斯国王的誓约

第 551 段,共 723 段 · 希腊语

内容简介

在波斯国王向腓尼基进军时,西顿国王泰涅斯深感无力抵抗,便秘密派部下帖萨利翁求和。虽然国王起初对泰涅斯索取誓约保证大怒,但最终被帖萨利翁说服,赐予了波斯最神圣的“握手”誓约。

§16.43.1μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Περσῶν βασιλεὺς ἐκ τῆς Βαβυλῶνος τὴν ἀνάζευξιν ποιησάμενος μετὰ τῆς δυνάμεως προῆγεν ἐπὶ τὴν Φοινίκην·
此后,波斯国王率军撤离巴比伦,向腓尼基进军。
ὁ δὲ τῆς Σιδῶνος δυνάστης Τέννης πυνθανόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως καὶ νομίσας τοὺς ἀφεστηκότας οὐκ ἀξιομάχους εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν.
与此同时,西顿的统治者泰涅斯得知波斯军队的庞大后,认为起义者无法与之抗衡,于是决定单独寻求自身的安全。
§16.43.2διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δʼ Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δʼ αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ τὴν Αἴγυπτον τόπων καὶ τὰς κατὰ τὸν Νεῖλον ἀποβάσεις ἀκριβῶς εἰδότα.
因此,他瞒着西顿人,派遣自己最信任的仆人帖萨利翁去见阿尔塔薛西斯,向他许诺将交出西顿,并共同对埃及作战,且大加协助,因为他自己熟悉埃及各处,并准确知晓尼罗河沿岸的登陆地点。
§16.43.3ὁ δὲ βασιλεὺς ἀκούσας τοῦ Θετταλίωνος τὰ κατὰ μέρος ἥσθη διαφερόντως καὶ τῶν μὲν κατὰ τὴν ἀπόστασιν ἐγκλημάτων ἀπολύσειν ἔφη τὸν Τέννην, πράξαντος δʼ αὐτοῦ τὰ καθωμολογημένα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο.
国王听取了帖萨利翁的详细报告后格外高兴,表示他将免除泰涅斯因叛乱而受到的指控,并许诺如果他履行了所协定的事项,就赐予他丰厚的礼物。
εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν ὁ Τέννης ἠξίωσεν, ἐπὶ τούτοις ὁ μὲν βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν·
但是,当帖萨利翁说泰涅斯还要求获得握手作为誓约的保证时,国王因此大怒,认为自己没有受到信任,于是将帖萨利翁交给仆役,并下令斩首。
§16.43.4ἐπεὶ δʼ ἀπαγόμενος ὁ Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν ὅτι Σὺ μέν, ὦ βασιλεῦ, πράξεις ὃ θέλεις, ὁ μέντοι Τέννης δυνάμενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν μὴ συντελέσει τῶν ἐπηγγελμένων, πάλιν ἀκούσας τούτων μετενόησε καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε καὶ τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι· ἔστι δʼ ἡ πίστις αὕτη βεβαιοτάτη παρὰ τοῖς Πέρσαις.
然而,帖萨利翁在被带去受刑时只说了这句话:“国王啊,你确实可以为所欲为;然而,能够促成一切的泰涅斯,由于你没有给予信约保证,将绝不会履行任何诺言。 ”国王听闻此言后再次改变了主意,召回仆役并下令释放他,且将右手递给帖萨利翁以作誓约;这一信约在波斯人中是最为稳固的。
οὗτος μὲν οὖν παρελθὼν εἰς Σιδῶνα τὰ πεπραγμένα τῷ Τέννῃ λάθρᾳ τῶν Σιδωνίων ἀπήγγειλεν,
于是帖萨利翁回到西顿,瞒着西顿人,将所发生的事情报告给了泰涅斯。

词汇与语法注释

  1. 16.43.2ἔμπειρον ὄντα — 此宾格分词(以及其后的 εἰδότα)在语法上看似修饰前面的宾格名词 Θετταλίωνα,但在语境中实际上是指西顿国王泰涅斯。它与由分词 ἐπαγγελλόμενος 引导的将来不定式句 συνεργήσειν 的逻辑主语(指泰涅斯自身,相当于省略了再归代词 ἑαυτόν)在格上保持了一致。
  2. 16.43.3ὡς καὶ δεξιὰν λαβεῖν ὁ Τέννης ἠξίωσεν — 连接词 ὡς 引导间接陈述从句,后接直陈式过去时 ἠξίωσεν。短语 δεξιὰν λαβεῖν(字面意为“接受右手”)是一个习惯用语,指获得神圣的誓约或安全保证,反映了古代波斯和近东地区通过握手确立誓约的外交惯例。
  3. 16.43.4οὐδὲν μὴ συντελέσει — 双重否定小词 οὐ μὴ 后接将来直陈式 συντελέσει(或不定过去时虚拟式 συντελέσῃ 的异体拼写),构成了强烈的否定语气,用以表达对未来事件的极其坚决的否定预测(“绝不会履行”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.43.1-16.43.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.43.1-16.43.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。