Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.42.1-16.42.9

泰涅斯击败总督与塞浦路斯叛乱

第 550 段,共 723 段 · 希腊语

内容简介

波斯国王向腓尼基进军,而西顿国王泰涅斯则击败了波斯总督。同时塞浦路斯诸王也发动叛乱,波斯国王命令卡里亚的伊德里埃乌斯派遣福基翁等人率军包围萨拉米斯。

§16.42.1ἐν δὲ τῇ Βαβυλῶνι συνηθροικὼς τὰς πεζικὰς καὶ ἱππικὰς δυνάμεις εὐθὺς ἀναλαβὼν προῆγεν ἐπὶ τοὺς Φοίνικας·
此时,(国王)在巴比伦集结了步兵和骑兵部队,随即率领他们向腓尼基人进军。
ἐν ὅσῳ δʼ οὗτος κατὰ τὴν ὁδοιπορίαν ἐβάδιζε, Βέλεσυς ὁ τῆς Συρίας σατράπης καὶ Μαζαῖος ὁ τῆς Κιλικίας ἄρχων συνελθόντες ἐπολέμουν τοὺς Φοίνικας.
在他行军途中,叙利亚的总督贝莱西斯与基利家的统治者马扎伊乌斯会师,对腓尼基人展开了交战。
§16.42.2Τέννης δʼ ὁ τῆς Σιδῶνος βασιλεὺς προσελάβετο παρʼ Αἰγυπτίων στρατιώτας μισθοφόρους Ἕλληνας τετρακισχιλίους, ὧν ἦν στρατηγὸς Μέντωρ ὁ Ῥόδιος.
西顿国王泰涅斯从埃及人那里得到了四千名希腊雇佣兵作为增援,其将军是罗得岛人门托耳。
μετὰ δὲ τούτων καὶ τῶν πολιτικῶν στρατιωτῶν τοῖς προειρημένοις σατράπαις συμβαλὼν ἐνίκησεν καὶ τοὺς πολεμίους ἐξέβαλεν ἐκ τῆς Φοινίκης.
他率领这些人以及本国公民士兵与前述的总督们交战,击败了他们,并将敌人驱逐出腓尼基。
§16.42.3ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Κύπρον συνέστη πόλεμος, συμπεπλεγμένας ἔχων τὰς πράξεις τῷ ὑποκειμένῳ πολέμῳ.
在这些事情发生的同时,塞浦路斯也爆发了战争,其事态与当前所讨论的战争交织在一起。
§16.42.4ἐν γὰρ τῇ νήσῳ ταύτῃ πόλεις ἦσαν ἀξιόλογοι μὲν ἐννέα, ὑπὸ δὲ ταύτας ὑπῆρχε τεταγμένα μικρὰ πολίσματα τὰ προσκυροῦντα ταῖς ἐννέα πόλεσιν.
因为在这座岛上有九座著名的城市,在这些城市之下还设有一些依附于这九座城市的小城镇。
ἑκάστη δὲ τούτων εἶχε βασιλέα τῆς μὲν πόλεως ἄρχοντα, τῷ δὲ βασιλεῖ τῶν Περσῶν ὑποτεταγμένον.
这些城市的每一座都有一位统治该城、但臣属于波斯国王的国王。
§16.42.5οὗτοι πάντες συμφρονήσαντες καὶ μιμησάμενοι τοὺς Φοίνικας ἀπέστησαν καὶ παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον αὐτοκράτορας τὰς ἰδίας βασιλείας ἐποίησαν.
这些国王全部达成共识,效仿腓尼基人进行反叛,并筹备战争事务,使他们自己的王国获得了独立。
§16.42.6ἐφʼ οἷς παροξυνθεὶς ὁ Ἀρταξέρξης ἔγραψε πρὸς τὸν Ἰδριέα τὸν τῆς Καρίας δυνάστην, ἄρτι μὲν παρειληφότα τὴν ἀρχήν, φίλον δʼ ὄντα καὶ σύμμαχον Περσῶν ἐκ προγόνων, ἀθροῖσαι δύναμιν πεζικήν τε καὶ ναυτικὴν τὴν διαπολεμήσουσαν τοῖς ἐν Κύπρῳ βασιλεῦσιν.
阿尔塔薛西斯对此感到恼怒,便给卡里亚的统治者伊德里埃乌斯写信,命令他集结陆军和海军,去与塞浦路斯的国王们进行彻底的战争。 伊德里埃乌斯当时刚刚接管政权,但祖辈以来一直是波斯人的朋友和同盟者。
§16.42.7ὁ δʼ ὀξέως παρασκευασάμενος τριήρεις μὲν τεσσαράκοντα, στρατιώτας δὲ μισθοφόρους ὀκτακισχιλίους ἐξέπεμψεν εἰς τὴν Κύπρον, ἐπιστήσας στρατηγοὺς Φωκίωνα τὸν Ἀθηναῖον καὶ Εὐαγόραν τὸν ἐν τοῖς ἐπάνω χρόνοις βεβασιλευκότα κατὰ τὴν νῆσον.
他迅速筹备了四十艘三段铎船和八千名雇佣兵,将他们派往塞浦路斯,并任命雅典人福基翁以及此前曾在此岛上为王的埃瓦戈拉斯为将军。
§16.42.8οὗτοι μὲν οὖν καταπλεύσαντες εἰς τὴν Κύπρον εὐθὺς ἐπὶ τὴν μεγίστην τῶν πόλεων Σαλαμῖνα τὴν δύναμιν ἤγαγον.
于是,他们航行至塞浦路斯,立即率军直指最大的城市萨拉米斯。
βαλόμενοι δὲ χάρακα καὶ τὴν παρεμβολὴν ὀχυρώσαντες ἐπολιόρκουν τοὺς Σαλαμινίους κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
他们筑起栅栏、巩固营地,并从陆路和海路同时包围了萨拉米斯人。
τῆς δὲ νήσου πάσης ἐν εἰρήνῃ πολὺν χρόνον γενομένης καὶ τῆς χώρας εὐδαιμονούσης οἱ στρατιῶται κρατοῦντες τῶν ὑπαίθρων πολλὰς ὠφελείας ἤθροισαν.
由于整座岛屿长期处于和平状态,土地十分富庶,控制了郊野的士兵们搜刮了大量的战利品。
§16.42.9τῆς δὲ τούτων εὐπορίας διαβοηθείσης πολλοὶ τῶν ἐκ τῆς περαίας Συρίας τε καὶ Κιλικίας συνέρρεον ἐθελοντὶ στρατιῶται πρὸς τὴν ἐλπίδα τοῦ κέρδους.
随着他们的富裕名声传开,许多来自对岸叙利亚和基利家的士兵因寄望于获得利益而自愿聚集而来。
τέλος δὲ διπλασιασθείσης τῆς μετʼ Εὐαγόρου καὶ Φωκίωνος δυνάμεως οἱ βασιλεῖς οἱ κατὰ τὴν Κύπρον εἰς ἀγωνίαν καὶ μεγίστους φόβους ἐνέπιπτον.
最终,在埃瓦戈拉斯和福基翁麾下的军队规模扩大了一倍,塞浦路斯的国王们陷入了极度焦虑和巨大的恐慌之中。
καὶ τὰ μὲν κατὰ τὴν Κύπρον ἐν τούτοις ἦν.
塞浦路斯的局势当时便处于这种状态。

词汇与语法注释

  1. §16.42.3συμπεπλεγμένας ἔχων τὰς πράξεις — 动词 ἔχω 与宾语对格名词 τὰς πράξεις(“行动、事态”)及作补语的完成时被动分词 συμπεπλεγμένας(“交织”)连用,描述了塞浦路斯战争的事态与前述战争相互交织的状态。
  2. §16.42.6τὴν διαπολεμήσουσαν — 带有冠词的将来时分词形容词用法,修饰前文的阴性单数对格名词 δύναμιν(“军队”),在此表示目的或预定(“为了与之彻底交战”)。
  3. §16.42.7ἐν τοῖς ἐπάνω χρόνοις βεβασιλευκότα — 完成时主动分词 βεβασιλευκότα(阳性单数对格)修饰 Εὐαγόραν。此处完成时不仅指过去曾担任过国王这一事实,还隐含其现有的“前国王”身份或资历。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.42.1-16.42.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.42.1-16.42.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。