§16.43.1μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Περσῶν βασιλεὺς ἐκ τῆς Βαβυλῶνος τὴν ἀνάζευξιν ποιησάμενος μετὰ τῆς δυνάμεως προῆγεν ἐπὶ τὴν Φοινίκην·
この後、ペルシアの王はバビロンから撤収して軍勢とともにフェニキアに向けて進軍した。
ὁ δὲ τῆς Σιδῶνος δυνάστης Τέννης πυνθανόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως καὶ νομίσας τοὺς ἀφεστηκότας οὐκ ἀξιομάχους εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν.
一方、シドンの支配者テネスは、ペルシア軍の規模を聞き知り、また反乱を起こした者たちが敵う相手ではないと考えて、自らの安全を個別に確保することを決意した。
§16.43.2διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δʼ Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δʼ αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ τὴν Αἴγυπτον τόπων καὶ τὰς κατὰ τὸν Νεῖλον ἀποβάσεις ἀκριβῶς εἰδότα.
それゆえに、彼は自らの召使の中で最も忠実なテッタリオンを、シドン人たちに隠れてアルタクセルクセスのもとへ派遣し、シドンを引き渡すこと、エジプトに対する戦争を共に戦い抜くこと、そしてエジプトの土地に精通しナイル川沿いの着陸地点を正確に知っているがゆえに彼(王)に大いに協力することを約束した。
§16.43.3ὁ δὲ βασιλεὺς ἀκούσας τοῦ Θετταλίωνος τὰ κατὰ μέρος ἥσθη διαφερόντως καὶ τῶν μὲν κατὰ τὴν ἀπόστασιν ἐγκλημάτων ἀπολύσειν ἔφη τὸν Τέννην, πράξαντος δʼ αὐτοῦ τὰ καθωμολογημένα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο.
王はテッタリオンから詳細を聞いて大いに喜び、テネスを反乱に関する罪から放免すると語り、彼が約束したことを実行したあかつきには、大きな贈り物を授けると約束した。
εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν ὁ Τέννης ἠξίωσεν, ἐπὶ τούτοις ὁ μὲν βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν·
しかし、テッタリオンが、テネスは右手を受け取ることも求めていると言ったとき、これに対して王は、自分が信用されていないと考えて激怒し、テッタリオンを部下たちに引き渡し、首を撥ねるよう命じた。
§16.43.4ἐπεὶ δʼ ἀπαγόμενος ὁ Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν ὅτι Σὺ μέν, ὦ βασιλεῦ, πράξεις ὃ θέλεις, ὁ μέντοι Τέννης δυνάμενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν μὴ συντελέσει τῶν ἐπηγγελμένων, πάλιν ἀκούσας τούτων μετενόησε καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε καὶ τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι·
しかし、処刑のために連行されながら、テッタリオンはただこれだけを言った。 「王よ、あなたはご自身の望むことをなすでしょう。 しかしながら、すべてを成し遂げることができるはずのテネスは、あなたが誓いを与えないがために、約束したことの何一つとして実行しないに違いありません。 」これを聞いた王は再び考えを改め、部下たちを呼び戻して彼を放免するよう命じ、テッタリオンに右手の誓いを与えた。
ἔστι δʼ ἡ πίστις αὕτη βεβαιοτάτη παρὰ τοῖς Πέρσαις.
この誓いはペルシア人の間では最も確実なものである。
οὗτος μὲν οὖν παρελθὼν εἰς Σιδῶνα τὰ πεπραγμένα τῷ Τέννῃ λάθρᾳ τῶν Σιδωνίων ἀπήγγειλεν,
こうして彼はシドンに到着すると、シドン人たちに隠れて、事の顛末をテネスに報告した。