§16.41.1ἤρξατο δὲ καὶ πρὸς Φοίνικας πολεμεῖν διὰ τοιαύτας τινὰς αἰτίας.
他也因为如下的一些原因开始与腓尼基人交战。
κατὰ τὴν Φοινίκην ἐστὶ πόλις ἀξιόλογος ὀνόματι Τρίπολις, οἰκείαν ἔχουσα τῇ φύσει τὴν προσηγορίαν· τρεῖς γάρ εἰσιν ἐν αὐτῇ πόλεις σταδιαῖον ἀπʼ ἀλλήλων ἔχουσαι διάστημα· ἐπικαλεῖται δὲ τούτων ἡ μὲν Ἀραδίων, ἡ δὲ Σιδωνίων, ἡ δὲ Τυρίων.
在腓尼基有一座名为的黎波里的著名城市,其名称与其自然性质十分贴切;因为在其中有三座城市,彼此相距一斯塔德的距离;在这些城市中,一座被称为阿拉多斯人的城市,一座被称为西顿人的城市,另一座被称为推罗人的城市。
ἀξίωμα δʼ ἔχει μέγιστον αὕτη τῶν κατὰ τὴν Φοινίκην πόλεων, ἐν ᾗ συνέβαινεν τοὺς Φοίνικας συνέδριον ἔχειν καὶ βουλεύεσθαι περὶ τῶν μεγίστων.
这座城市在腓尼基的城市中享有最高的声望,腓尼基人习惯在此举行联邦会议,并对最重大的事务进行商议。
§16.41.2τῶν δὲ σατραπῶν καὶ στρατηγῶν ἐν τῇ Σιδωνίων διατριβόντων καὶ κατὰ τὰς τῶν πραγμάτων ἐπιταγὰς ὑβριστικῶς καὶ ὑπερηφάνως προσφερομένων τοῖς Σιδωνίοις οἱ κακούμενοι τὴν ἐπήρειαν χαλεπῶς φέροντες ἔγνωσαν ἀποστῆναι τῶν Περσῶν.
当各省总督和将军们逗留在西顿人的城市,并在执行公务的指令时对西顿人表现得侮慢而傲慢,那些因这种无礼行径而蒙受痛苦的人感到难以忍受,便决定背叛波斯人。
§16.41.3πείσαντες δὲ καὶ τοὺς ἄλλους Φοίνικας τῆς αὐτονομίας ἀντέχεσθαι διεπρεσβεύσαντο πρὸς τὸν Αἰγυπτίων βασιλέα Νεκτανεβώ, πολέμιον ὄντα Περσῶν, καὶ πείσαντες παραλαβεῖν αὐτοὺς εἰς τὴν συμμαχίαν παρεσκευάζοντο τὰ πρὸς τὸν πόλεμον.
他们说服其他腓尼基人坚持自主,并向波斯人的宿敌埃及国王内克塔内博派遣使者,说服他接纳他们加入同盟,随即着手准备战争。
§16.41.4τῆς δὲ Σιδῶνος εὐδαιμονίᾳ διαφερούσης καὶ τῶν ἰδιωτῶν διὰ τὰς ἐμπορίας μεγάλους περιπεποιημένων πλούτους ταχὺ τριήρεις τε πολλαὶ κατεσκευάσθησαν καὶ μισθοφόρων πλῆθος ἠθροίσθη, πρὸς δὲ τούτοις ὅπλα καὶ βέλη καὶ σῖτος καὶ τἄλλα πάντα τὰ πρὸς πόλεμον χρήσιμα συντόμως κατεσκευάσθη.
由于西顿在富庶方面独占鳌头,且普通公民因商业贸易而积累了巨额财富,因此许多三段铎船很快被建造起来,大批雇佣兵也被招募,此外,武器、投射兵器、粮食以及其他所有用于战争的必需品也都迅速筹备完毕。
§16.41.5κατάρχοντες δὲ τῆς ἔχθρας τὸν μὲν βασιλικὸν παράδεισον, ἐν ᾧ τὰς καταλύσεις οἱ τῶν Περσῶν βασιλεῖς εἰώθεισαν ποιεῖσθαι, δενδροτομήσαντες διέφθειραν· ἔπειτα τὸν ἠθροισμένον ὑπὸ τῶν σατραπῶν εἰς τὸν πόλεμον τοῖς ἵπποις χόρτον ἐνέπρησαν, τὸ δὲ τελευταῖον τοὺς τὰς ὕβρεις ἐπιτελεσαμένους Πέρσας συλλαβόντες ἐτιμωρήσαντο.
在开始敌对行动时,他们首先砍伐并毁坏了皇家园林,那是波斯国王们习惯下榻的地方;接着,他们烧毁了总督们为战马聚集的饲草;最后,他们逮捕并惩罚了那些曾施加侮辱的波斯人。
§16.41.6τοῦ δὲ πολέμου τοῦ πρὸς τοὺς Φοίνικας ταύτην τὴν καταρχὴν λαβόντος ὁ βασιλεὺς πυθόμενος τὰ τετολμημένα τοῖς ἀποστάταις πᾶσι μὲν τοῖς Φοίνιξιν ἠπείλει, μάλιστα δὲ τοῖς Σιδωνίοις.
随着与腓尼基人的战争以此拉开序幕,国王在得知这些大胆的勾当后,威胁了所有叛乱的腓尼基人,尤其是西顿人。