Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.38.1-16.38.7

フィリッポスの撤退とファウロスの病死

546 / 723 箇所 · ギリシア語

要旨

フィリッポスはテッサリアの僭主を倒し勢力を拡大するがアテナイに阻まれて退く。一方、フォキス人の将軍ファウロスは連征の末に病死し、少年のファライコスが後を継ぐが敗北を喫する。

§16.38.1οὗτος γὰρ νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήν τʼ ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς καὶ τἄλλα τὰ κατὰ τὴν Θετταλίαν καταστήσας προῆγεν ἐπὶ τὰς Πύλας πολεμήσων τοῖς Φωκεῦσι.
というのも、彼(フィリッポス)はオノマルコスを輝かしい決戦で破り、フェライにおける僭主政治を打倒し、その市に自由を返還し、テッサリアの他のすべての事柄を秩序づけた後、フォキス人たちと戦うためにテルモピュライへと進軍したからである。
§16.38.2κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ.
しかし、アテナイ人が彼が関門を通過することを阻んだため、彼はマケドニアへと引き返した。 彼はその事績と神々に対する敬虔さによって、自らの王国を強固なものとしていた。
§16.38.3Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην Νάρυκα διὰ προδοσίας νυκτὸς παραλαβὼν πάλιν ἐξέπεσε καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν διακοσίων.
一方、ファウロスはエピクネミディオスと呼ばれるロクリス人のもとへ遠征し、他のすべての都市を支配下に置いたが、ナリュクスと呼ばれる一つの都市については、夜間に裏切りによって手に入れたものの、再びそこから追い出され、二百人を下回らない数の兵士を失った。
§16.38.4μετὰ δὲ ταῦτα στρατοπεδεύοντος αὐτοῦ περὶ τὰς ὀνομαζομένας Ἄβας οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσιν ἀνεῖλον αὐτῶν οὐκ ὀλίγους·
その後、彼がアバイと呼ばれる地の近くに陣を張っていたとき、ボイオティア人が夜間にフォキス人たちを急襲して、彼らの少なくない数を殺害した。
ἐπαρθέντες δὲ τῷ προτερήματι παρῆλθον εἰς τὴν τῶν Φωκέων χώραν καὶ πολλὴν αὐτῆς πορθήσαντες ἤθροισαν λαφύρων πλῆθος.
そして、この勝利に勢いを得てフォキス人の領土へと侵入し、その多くを略奪して、大量の戦利品を集めた。
§16.38.5ἐπανιόντων δʼ αὐτῶν καὶ τῇ Ναρυκαίων πόλει πολιορκουμένῃ βοηθούντων ἐπιφανεὶς ὁ Φάυλλος τούτους μὲν ἐτρέψατο, τὴν δὲ πόλιν ἑλὼν κατὰ κράτος διήρπασε καὶ κατέσκαψεν.
彼らが引き返し、包囲されているナリュクス人の都市を救援しようとしていたとき、ファウロスが不意に現れて彼らを敗走させ、その都市を力ずくで占領して略奪し、完全に破壊した。
§16.38.6αὐτὸς δὲ περιπεσὼν νόσῳ φθινάδι καὶ πολὺν χρόνον ἀρρωστήσας ἐπιπόνως καὶ τῆς ἀσεβείας οἰκείως κατέστρεψε τὸν βίον, καταλιπὼν τῶν Φωκέων στρατηγὸν Φάλαικον τὸν Ὀνομάρχου υἱὸν τοῦ τὸν ἱερὸν πόλεμον ἐκκαύσαντος, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα·
自らは消耗性の病にかかり、長い間苦痛を伴って病臥した末、その不敬虔にふさわしい形で生涯を終えた。 彼は、聖戦を燃え上がらせたオノマルコスの息子で、年齢としてはまだ少年にすぎないファライコスをフォキス人の将軍として残した。
παρακατέστησε δʼ αὐτῷ ἐπίτροπον ἅμα καὶ στρατηγὸν Μνασέαν, ἕνα τῶν ἑαυτοῦ φίλων.
そして、彼の後見人かつ共同の将軍として、自らの友人の一人であるムナセアスを任命した。
§16.38.7μετὰ δὲ ταῦτα οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσι τόν τε στρατηγὸν αὐτῶν Μνασέαν ἀπέκτειναν καὶ τῶν στρατιωτῶν εἰς διακοσίους.
その後、ボイオティア人は夜間にフォキス人たちを急襲し、彼らの将軍ムナセアスと、兵士のうち二百人ほどを殺害した。
μετʼ ὀλίγον δʼ ἱππομαχίας γενομένης περὶ Χαιρώνειαν ὁ Φάλαικος ἡττηθεὶς ἀπέβαλε τῶν ἱππέων οὐκ ὀλίγους.
その後間もなく、カイロネイア付近で騎馬戦が起こると、ファライコスは敗北し、少なくない数の騎兵を失った。

語釈・文法注

  1. 16.38.1πολεμήσων — 動詞 πολεμέω の未来分詞能動態男性単数主格で、主節の主語(フィリッポス)の目的(「〜するために」)を表す。
  2. 16.38.2κωλυσάντων — κωλυσάντων τῶν Ἀθηναίων は属格独立。不定詞 διελθεῖν は κωλύω が対格(省略されたフィリッポス)を伴って「通過するのを阻む」という動名詞的補足。
  3. 16.38.5ἐπανιόντων — ἐπανιόντων δʼ αὐτῶν および βοηθούντων は、主節の主語(ὁ Φάυλλος)とは異なるボイオティア人(αὐτῶν)を主語とする属格独立。
  4. 16.38.6τοῦ — 先行詞 Ὀνομάρχου にかかる冠詞で、分詞 ἐκκαύσαντος (ἐκκαίω のアオリスト能動態属格)を伴って「聖戦を燃え上がらせた〜」という限定的役割を果たす。
  5. 16.38.7εἰς — 数詞を伴う前置詞 εἰς は「約」「およそ(〜に上る)」という概数を表す。ここでは「およそ二百人」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.38.1-16.38.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.38.1-16.38.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。