Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.37.1-16.37.6

法乌洛斯重建军力与波奥蒂亚战败

第 545 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官阿里斯托德摩斯任内,福基斯将军法乌洛斯利用丰厚的财力招募雇佣兵并结盟,以此重建势力,但在波奥蒂亚的多场战斗中屡遭波奥蒂亚人击败。

§16.37.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Σολπίκιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδόμη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Μικρίνας Ταραντῖνος.
阿里斯托德摩斯在雅典担任执政官时,罗马人任命盖乌斯·苏尔皮基乌斯和马尔库斯·瓦莱里乌斯为执政官,并举行了第一百零七届奥林匹克运动会,塔拉斯的米克里纳斯在这一届运动会上赢得了短跑比赛。
ἐπὶ δὲ τούτων Φάυλλος μὲν ὁ Φωκέων στρατηγὸς μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτήν τε καὶ ἧτταν προσανέλαβε τὰ τῶν Φωκέων πράγματα τεταπεινωμένα διά τε τὴν ἧτταν καὶ τὴν φθορὰν τῶν στρατιωτῶν.
在他们的任期内,福基斯人的将军法乌洛斯在兄弟死战败之后,重新重振了因战败和士兵损失而陷入低谷的福基斯人事务。
§16.37.2ἔχων γὰρ χρημάτων πλῆθος ἀνέκλειπτον πολλοὺς μὲν μισθοφόρους ἤθροισεν, οὐκ ὀλίγους δὲ συμμάχους ἔπεισε συνεπιλαβέσθαι τοῦ πολέμου.
因为他拥有无穷无尽的大量资金,所以招募了许多雇佣兵,并说服了为数不少的盟友共同承担战争。
τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας πολλοὺς ἔσχε προθύμους συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰ σἐπιφανεστάτας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν.
由于他毫无节制地使用丰富的资金,不仅争取到了许多私人作为热心的共同奋斗者,甚至还将一些最显赫的城邦拉入了这一共同行动。
§16.37.3Λακεδαιμόνιοι μὲν γὰρ ἀπέστειλαν αὐτῷ στρατιώτας χιλίους, Ἀχαιοὶ δὲ δισχιλίους, Ἀθηναῖοι δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ναυσικλῆς.
事实上,拉刻代蒙人向他派遣了一千名士兵,阿开亚人派遣了两千名,雅典人则派遣了五千名步兵和四百名骑兵,其将军是纳乌西克莱斯。
οἱ δὲ τῶν Φεραίων τύραννοι Λυκόφρων καὶ Πειθόλαος μετὰ τὴν Ὀνομάρχου τελευτὴν ἔρημοι συμμάχων ὄντες τὰς μὲν Φερὰς παρέδοσαν τῷ Φιλίππῳ, αὐτοὶ δʼ ὑπόσπονδοι γενόμενοι συνήγαγον τοὺς μισθοφόρους ὄντας δισχιλίους καὶ μετὰ τούτων φυγόντες πρὸς Φάυλλον συνεμάχουν τοῖς Φωκεῦσιν.
而费赖的僭主吕科弗龙和培托劳斯在奥诺马尔科斯死后失去了盟友,于是将费赖交给了腓力,他们自己则通过缔结停战协定安全撤离,召集了原本拥有的两千名雇佣兵,并带着这些人逃往法乌洛斯处,与福基斯人结盟并肩作战。
§16.37.4ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων· ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν.
此外,由于分发的资金数额巨大,为数不少的小城邦也向福基斯人提供了援助;因为黄金激发起人们的贪欲,迫使他们投奔于利益所带来的实惠。
§16.37.5ὁ δʼ οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν.
无论如何,法乌洛斯率军出征奥克米尼斯,在奥尔霍迈诺斯城附近的一场战斗中战败,损失了许多士兵。
μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων.
此后,在基菲索斯河附近又发生了一场战斗,波奥蒂亚人再次获胜,歼敌五百多人,并生擒了不下于四百人。
§16.37.6ὀλίγαις δʼ ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν.
几天后,在科罗尼亚附近发生了一场战斗,波奥蒂亚人获得胜利,击杀了五十名福基斯人,生擒了一百三十人。
ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.
既然我们已经叙述完了波奥蒂亚人和福基斯人的相关事务,现在便返回去继续讲述腓力。

词汇与语法注释

  1. 16.37.1ἐπὶ δὲ τούτων — 指代前文提到的雅典执政官、罗马执政官和奥林匹克优胜者的复数属格短语。在古典希腊语中常用以表示“在这些(官职/人)的任期之内”。
  2. 16.37.3ὧν ἦν στρατηγὸς Ναυσικλῆς — 关系代词 ὧν 的先行词是雅典派遣的“五千名步兵和四百名骑兵”,用属格表示“(他们之中)的将军是纳乌西克莱斯”。
  3. 16.37.3ὑπόσπονδοι γενόμενοι — 字面意思是“在休战协定下”。这里描述了费赖的僭主们如何与腓力交涉,在获得安全撤离保障后退兵并投奔法乌洛斯的情况。
  4. 16.37.4ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν — 揭示因果关系的句子。分词 ἐκκαλούμενος 与主语 ὁ χρυσὸς 一致,表示伴随状况或原因(“激发起”),修饰主动词 ἠνάγκασεν。
  5. 16.37.6ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες — 由连词 δέ 引导的分词分句。完成时分词 διεληλυθότες 意为“已经详细述说”,是历史编纂学中转换话题时的公式化过渡表达。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.37.1-16.37.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.37.1-16.37.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。