§16.37.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Σολπίκιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδόμη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Μικρίνας Ταραντῖνος.
アテナイにおいてアリストデモスがアルコンのとき、ローマ人はガイウス・スルピキウスとマルクス・ウァレリウスを執政官に任命し、第百七回オリンピア競技会が開催され、その大会ではタラスのミクリナスがスタディオン走で優勝した。
ἐπὶ δὲ τούτων Φάυλλος μὲν ὁ Φωκέων στρατηγὸς μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτήν τε καὶ ἧτταν προσανέλαβε τὰ τῶν Φωκέων πράγματα τεταπεινωμένα διά τε τὴν ἧτταν καὶ τὴν φθορὰν τῶν στρατιωτῶν.
これらの官職の任期中、フォキス人の将軍ファウロスは、兄弟の死と敗北の後、敗戦と兵士の喪失によって衰退していたフォキス人の形勢を立て直した。
§16.37.2ἔχων γὰρ χρημάτων πλῆθος ἀνέκλειπτον πολλοὺς μὲν μισθοφόρους ἤθροισεν, οὐκ ὀλίγους δὲ συμμάχους ἔπεισε συνεπιλαβέσθαι τοῦ πολέμου.
というのも、彼は尽きることのない多額の資金を持っていたため、多くの傭兵を集め、少なくない同盟者を説得して戦争を共同で担わせたからである。
τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας πολλοὺς ἔσχε προθύμους συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰ σἐπιφανεστάτας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν.
彼は豊かな資金を惜しみなく使うことで、多くの個人を熱心な共闘者としただけでなく、最も著名な都市国家をも共同同盟へと引き入れた。
§16.37.3Λακεδαιμόνιοι μὲν γὰρ ἀπέστειλαν αὐτῷ στρατιώτας χιλίους, Ἀχαιοὶ δὲ δισχιλίους, Ἀθηναῖοι δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ναυσικλῆς.
実際、ラケダイモン人は彼に千人の兵を、アカイア人は二千人を、アテナイ人は歩兵五千人と騎兵四百人を派遣し、その将軍はナウシクレスであった。
οἱ δὲ τῶν Φεραίων τύραννοι Λυκόφρων καὶ Πειθόλαος μετὰ τὴν Ὀνομάρχου τελευτὴν ἔρημοι συμμάχων ὄντες τὰς μὲν Φερὰς παρέδοσαν τῷ Φιλίππῳ, αὐτοὶ δʼ ὑπόσπονδοι γενόμενοι συνήγαγον τοὺς μισθοφόρους ὄντας δισχιλίους καὶ μετὰ τούτων φυγόντες πρὸς Φάυλλον συνεμάχουν τοῖς Φωκεῦσιν.
また、フェライの僭主リュコフロンとペイトラオスは、オノマルコスの死後に同盟者を失ったため、フェライをフィリッポスに引き渡し、自らは休戦条約の下で退去して二千人の傭兵を集め、彼らとともにファウロスのところへ逃れてフォキス人たちと同盟を結んで戦った。
§16.37.4ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων·
さらに、分配された多額の資金ゆえに、より小さな都市の少なくない数もフォキス人たちを援助した。
ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν.
金は人間の強欲さを呼び覚まし、利得から生じる実利へと寝返ることを余儀なくさせたからである。
§16.37.5ὁ δʼ οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν.
いずれにせよ、ファウロスは軍勢を率いてボイオティアへと遠征したが、オルコメノスの市の近くでの戦闘で敗れ、多くの兵士を失った。
μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων.
その後、ケフィソス川のほとりで別の戦闘が起こると、ボイオティア人が再び勝利し、敵を五百人以上殺害し、四百人を下回らない数を生け捕りにした。
§16.37.6ὀλίγαις δʼ ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν.
その数日後、コロネイアの近くで戦闘が起こると、ボイオティア人が勝利し、フォキス人を五十人殺害し、百三十人を生け捕りにした。
ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.
私たちはボイオティア人とフォキス人に関する事柄を語り終えたので、フィリッポスの話へと戻ることにする。