Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.36.1-16.36.5

法乌洛斯整军与诸国事态

第 544 段,共 723 段 · 希腊语

内容简介

记述了奥诺马尔科斯死后法乌洛斯整军备战、卡里亚的茂索洛斯与赫拉克利亚的克勒阿尔科斯去世、伊特鲁里亚人与罗马人交战,以及叙拉古由于内讧导致希帕里诺斯夺取政权。

§16.36.1μετὰ δὲ τὴν Ὀνομάρχου τελευτὴν διεδέξατο τὴν Φωκέων ἡγεμονίαν ὁ ἀδελφὸς Φάυλλος.
奥诺马尔科斯死后,其兄弟法乌洛斯继承了福基斯人的领导权。
οὗτος δὲ τὴν γεγενημένην συμφορὰν διορθούμενος μισθοφόρων τε πλῆθος ἤθροιζε, διπλασιάσας τοὺς εἰωθότας μισθούς, καὶ παρὰ τῶν συμμάχων βοήθειαν μετεπέμψατο· κατεσκευάζετο δὲ καὶ ὅπλων πλῆθος καὶ νόμισμα κατέκοψε χρυσοῦν τε καὶ ἀργυροῦν.
为了挽回已发生的惨败,他通过将通常的军饷增加一倍,招募了大量雇佣兵,并向盟友请求援助;他还制造了大量武器,并铸造了金银货币。
§16.36.2ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Μαύσωλος ὁ Καρίας δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι τέσσαρα, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἀρτεμισία ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη δύο.
在同一时期,卡里亚的统治者茂索洛斯在统治了二十四年后去世,继承统治权的他的姐妹兼妻子阿尔特米西亚统治了两年。
§16.36.3Κλέαρχος δʼ ὁ Ἡρακλείας τύραννος Διονυσίων ὄντων ἐπὶ θέαν βαδίζων ἀνῃρέθη,ἄρξας ἔτη δεκαδύο· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Τιμόθεος ἦρξεν ἔτη πεντεκαίδεκα.
赫拉克利亚的僭主克勒阿尔科斯在酒神节期间前往观看演出途中被杀,他统治了十二年;继承统治权的他的儿子提摩太统治了十五年。
§16.36.4Τυρρηνοὶ δὲ διαπολεμοῦντες Ῥωμαίοις ἐπόρθησαν πολλὴν τῆς πολεμίας χώρας καὶ μέχρι τοῦ Τιβέρεως καταδραμόντες ἐπανῆλθον εἰς τὴν οἰκείαν.
伊特鲁里亚人与罗马人持续交战,他们蹂躏了敌方的大片领土,一路袭扰直抵台伯河,随后返回了自己的国土。
§16.36.5ἐν δὲ ταῖς Συρακούσσαις στάσεως γενομένης τοῖς Δίωνος φίλοις πρὸς Κάλλιππον οἱ μὲν τοῦ Δίωνος φίλοι ἡττηθέντες ἔφυγον εἰς τοὺς Λεοντίνους· μετὰ δέ τινα χρόνον Ἱππαρίνου τοῦ Διονυσίου καταπλεύσαντος εἰς τὰς Συρακούσσας μετὰ δυνάμεως ὁ μὲν Κάλλιππος ἡττηθεὶς ἐξέπεσεν τῆς πόλεως, Ἱππαρῖνος δὲ ἀνακτησάμενος τὴν πατρῴαν δυναστείαν ἦρξεν ἔτη δύο.
在叙拉古,当狄翁的朋友们与卡利普斯之间发生内讧时,狄翁的朋友们战败并逃往莱翁蒂尼;但过了一段时间,狄奥尼修斯之子希帕里诺斯率军乘船抵达叙拉古,卡利普斯战败并被逐出城市,而希帕里诺斯夺回了其父辈的统治权,统治了两年。

词汇与语法注释

  1. 16.36.1διορθούμενος — 现在分词表示尝试或意图(“试图挽回”或“意图修正”),指的是努力去弥补前一节中奥诺马尔科斯所遭受的惨败(συμφοράν)。
  2. 16.36.3Διονυσίων ὄντων — 由名词 Διονύσια(酒神节)和动词 εἰμί 的分词组成的属格绝对结构,表示时间,意为“在酒神节举办期间”。
  3. 16.36.5στάσεως γενομένης τοῖς Δίωνος φίλοις πρὸς Κάλλιππον — 属格绝对结构(στάσεως γενομένης)。与格 τοῖς Δίωνος φίλοις 表示当事者(“对于狄翁的朋友们来说”),而 πρός 引导对立的一方(“对抗卡利普斯”)。
  4. 16.36.5Ἱππαρίνου τοῦ Διονυσίου — 人名后面的属格 τοῦ Διονυσίου 是古典希腊语中常见的“……之子”的省略形式(省略了 υἱός)。此处意为“迪奥尼修斯之子希帕里诺斯”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.36.1-16.36.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.36.1-16.36.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。