Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.35.1-16.35.6

腓力介入色萨利与奥诺马尔科斯败亡

第 543 段,共 723 段 · 希腊语

内容简介

腓力二世介入色萨利局势,起初在与福基斯将军奥诺马尔科斯的交战中受挫,但随后再次发动战役并取得决定性胜利,处死了战败的奥诺马尔科斯。

§16.35.1μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ὑπὸ Θετταλῶν μετακληθεὶς ἧκεν εἰς Θετταλίαν μετὰ τῆς δυνάμεως, καὶ τὸ μὲν πρῶτον πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον διεπολέμει βοηθῶν τοῖς Θετταλοῖς· μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων.
此后,腓力受色萨利人邀请,率军来到色萨利,起初他援助色萨利人,与费莱的僭主吕科弗隆交战;但在这之后,当吕科弗隆从福基斯人那里召来盟军时,奥诺马尔科斯的兄弟法乌洛斯率领七千名士兵被派遣而来。
ὁ δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.
腓力击败了福基斯人,将其驱逐出色萨利。
§16.35.2Ὀνόμαρχος δʼ ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν ἧκεν ἐν τάχει βοηθήσων τοῖς περὶ τὸν Λυκόφρονα.
奥诺马尔科斯起用了全部军队,并认为自己将统治整个色萨利,便迅速赶来援助吕科弗隆及其部下。
τοῦ δὲ Φιλίππου μετὰ τῶν Θετταλῶν ἀντιπαραταξαμένου τοῖς Φωκεῦσιν Ὀνόμαρχος ὑπερέχων τοῖς πλήθεσι δυσὶ μάχαις ἐνίκησε καὶ πολλοὺς τῶν Μακεδόνων ἀνεῖλεν.
在腓力与色萨利人一同对福基斯人布阵时,奥诺马尔科斯因人数占优,在两场战斗中获胜,并杀死了许多马其顿人。
Φίλιππος δʼ εἰς τοὺς ἐσχάτους κινδύνους περικλεισθεὶς καὶ τῶν στρατιωτῶν διὰ τὴν ἀθυμίαν καταλιπόντων αὐτὸν παραθαρσύνας τὸ πλῆθος μόγις ἐποίησεν αὐτοὺς εὐπειθεῖς.
腓力陷入了极度危险的境地,由于士兵们因沮丧而企图遗弃他,他鼓励了众人,好不容易才使他们顺从。
§16.35.3μετὰ δὲ ταῦτα ὁ Φίλιππος μὲν ἀνεχώρησεν εἰς Μακεδονίαν, Ὀνόμαρχος δὲ στρατεύσας εἰς Βοιωτίαν ἐνίκησε μάχῃ τοὺς Βοιωτοὺς καὶ πόλιν εἷλε Κορώνειαν.
在这些事情之后,腓力退回了马其顿,而奥诺马尔科斯则出兵波奥蒂亚,在战斗中击败了波奥蒂亚人,并攻占了科罗内亚市。
κατὰ δὲ τὴν Θετταλίαν Φίλιππος μὲν ἐκ τῆς Μακεδονίας μετὰ τῆς δυνάμεως ἄρτι κατηντηκὼς ἐστράτευσεν ἐπὶ Λυκόφρονα τὸν Φερῶν τύραννον.
至于在色萨利,腓力刚率军自马其顿抵达,便向费莱的僭主吕科弗隆发兵。
§16.35.4οὗτος δʼ οὐκ ὢν ἀξιόμαχος μετεπέμψατο συμμαχίαν παρὰ Φωκέων, ἐπαγγελλόμενος συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Θετταλίαν.
后者(吕科弗隆)因力量不足以御敌,便从福基斯人那里召来盟军,许诺将帮助他们共同确立在色萨利的事务。
διόπερ Ὀνομάρχου σπουδῇ βοηθήσαντος μετὰ πεζῶν δισμυρίων καὶ πεντακοσίων ἱππέων ὁ μὲν Φίλιππος πείσας τοὺς Θετταλοὺς κοινῇ τὸν πόλεμον ἄρασθαι συνήγαγε τοὺς πάντας πεζοὺς μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δὲ τρισχιλίους.
因此,当奥诺马尔科斯率领二万步兵和五百骑兵火速前来援助时,腓力说服了色萨利人共同承担战争,总共聚集了二万以上的步兵和三千骑兵。
§16.35.5γενομένης δὲ παρατάξεως ἰσχυρᾶς καὶ τῶν Θετταλῶν ἱππέων τῷ πλήθει καὶ ταῖς ἀρεταῖς διαφερόντων ἐνίκησεν ὁ Φίλιππος.
激烈的大战爆发,由于色萨利骑兵在数量和勇武上都占优势,腓力获得了胜利。
τῶν δὲ περὶ τὸν Ὀνόμαρχον καταφυγόντων εἰς τὴν θάλατταν καὶ τυχικῶς παραπλέοντος τοῦ Ἀθηναίου Χάρητος μετὰ πολλῶν τριήρων πολὺς ἐγένετο φόνος τῶν Φωκέων· οἱ γὰρ φεύγοντες ῥίψαντες τὰς πανοπλίας διενήχοντο πρὸς τὰς τριήρεις, ἐν οἷς ἦν καὶ αὐτὸς Ὀνόμαρχος.
当奥诺马尔科斯及其部下逃往海边,而雅典人哈雷斯恰好率领许多三段击桨船沿岸驶过时,福基斯人遭到了惨重的屠杀;因为逃跑的人纷纷扔下盔甲,向三段击桨船游去,其中也包括奥诺马尔科斯本人。
§16.35.6τέλος δὲ τῶν Φωκέων καὶ μισθοφόρων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός, ἥλωσαν δὲ οὐκ ἐλάττους τῶν τρισχιλίων.
最终,在福基斯人和雇佣兵中,包括将军本人在内的六千多人被杀,不少于三千人被俘。
ὁ δὲ Φίλιππος τὸν μὲν Ὀνόμαρχον ἐκρέμασε, τοὺς δʼ ἄλλους ὡς ἱεροσύλους κατεπόντισεν.
腓力将奥诺马尔科斯挂起来,而其余的人则作为神圣掠夺者投入海中淹死。

词汇与语法注释

  1. 16.35.2νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν — 表示统治或支配的动词 κυριεύω 支配属格,因此 ὅλης τῆς Θετταλίας 作为其直接宾语采用属格形式。
  2. 16.35.2βοηθήσων — 将来时主动分词 βοηθήσων 在此作状语,表示主句动词 ἧκεν 的目的(“为了援助”)。
  3. 16.35.5τῶν δὲ περὶ τὸν Ὀνόμαρχον καταφυγόντων — 该属格独立结构以及随后出现的 παραπλέοντος τοῦ Ἀθηναίου Χάρητος 均为属格独立句,用于引入与主句主语(φόνος)不同的逻辑主语的并行动作与背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.35.1-16.35.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.35.1-16.35.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。