§16.36.1μετὰ δὲ τὴν Ὀνομάρχου τελευτὴν διεδέξατο τὴν Φωκέων ἡγεμονίαν ὁ ἀδελφὸς Φάυλλος.
オノマルコスの死の後、その兄弟ファウロスがフォキス人の指導権を引き継いだ。
οὗτος δὲ τὴν γεγενημένην συμφορὰν διορθούμενος μισθοφόρων τε πλῆθος ἤθροιζε, διπλασιάσας τοὺς εἰωθότας μισθούς, καὶ παρὰ τῶν συμμάχων βοήθειαν μετεπέμψατο·
彼は生じた敗北を挽回しようとして、通常の給与を倍増させることで多数の傭兵を集め、同盟国からも援助を求めた。
κατεσκευάζετο δὲ καὶ ὅπλων πλῆθος καὶ νόμισμα κατέκοψε χρυσοῦν τε καὶ ἀργυροῦν.
また、彼は大量の武器を製造し、金と銀の貨幣を鋳造した。
§16.36.2ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Μαύσωλος ὁ Καρίας δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι τέσσαρα, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἀρτεμισία ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη δύο.
同じ頃、カリアの支配者マウソロスが二十四年間支配した後に世を去り、その支配を引き継いだ姉妹であり妻でもあるアルテミシアが二年間支配した。
§16.36.3Κλέαρχος δʼ ὁ Ἡρακλείας τύραννος Διονυσίων ὄντων ἐπὶ θέαν βαδίζων ἀνῃρέθη,ἄρξας ἔτη δεκαδύο·
ヘラクレアの僭主クレアルコスは、ディオニュシア祭の最中、見物に行く途中で殺害された。 彼は十二年間支配していた。
τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Τιμόθεος ἦρξεν ἔτη πεντεκαίδεκα.
その支配を引き継いだ息子のティモテオスが十五年間支配した。
§16.36.4Τυρρηνοὶ δὲ διαπολεμοῦντες Ῥωμαίοις ἐπόρθησαν πολλὴν τῆς πολεμίας χώρας καὶ μέχρι τοῦ Τιβέρεως καταδραμόντες ἐπανῆλθον εἰς τὴν οἰκείαν.
エトルリア人たちはローマ人たちと戦争を続け、敵の領土の多くを荒らし、ティベリス川まで攻め入った後に自国へと帰還した。
§16.36.5ἐν δὲ ταῖς Συρακούσσαις στάσεως γενομένης τοῖς Δίωνος φίλοις πρὸς Κάλλιππον οἱ μὲν τοῦ Δίωνος φίλοι ἡττηθέντες ἔφυγον εἰς τοὺς Λεοντίνους·
シラクサにおいては、ディオンの友人たちとカリッポスの間で内紛が生じ、ディオンの友人たちは敗れてレオンティノイへと逃れた。
μετὰ δέ τινα χρόνον Ἱππαρίνου τοῦ Διονυσίου καταπλεύσαντος εἰς τὰς Συρακούσσας μετὰ δυνάμεως ὁ μὲν Κάλλιππος ἡττηθεὶς ἐξέπεσεν τῆς πόλεως, Ἱππαρῖνος δὲ ἀνακτησάμενος τὴν πατρῴαν δυναστείαν ἦρξεν ἔτη δύο.
しかし、しばらくしてディオニュシオスの息子イッパリノスが軍勢を率いてシラクサに船で到着すると、カリッポスは敗れて市から追放され、イッパリノスは父祖の支配権を取り戻して二年間支配した。