Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.34.1-16.34.5

帕梅内斯远征亚洲与梅索内包围战

第 542 段,共 723 段 · 希腊语

内容简介

本章节叙述了在亚洲阿尔塔巴佐斯与总督们的战争中,底比斯军在帕梅内斯率领下的活跃表现,以及希腊各地的冲突、哈雷斯占领塞斯托斯和腓力围攻梅索内并在此战中失明等事件。

§16.34.1ἅμα δὲ τούτοις πραττομένοις Ἀρτάβαζος, ἀποστάτης ὢν τοῦ βασιλέως, διεπολέμει πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τοῦ βασιλέως σατράπας εἰς τὸν πόλεμον.
在这些事情发生的同时,身为国王叛臣的阿尔塔巴佐斯,与国王派往该战事的总督们持续交战。
καὶ τὸ μὲν πρῶτον συμμαχοῦντος αὐτῷ Χάρητος τοῦ Ἀθηναίων στρατηγοῦ ἐρρωμένως ἀντετάττετο τοῖς σατράπαις, ἐκείνου δʼ ἀπελθόντος μονωθεὶς ἔπεισε τοὺς Θηβαίους συμμαχίαν αὐτῷ πέμψαι.
起初,由于雅典将军哈雷斯与他结盟,他强有力地对抗着总督们;但当哈雷斯撤走、他陷入孤立之后,他便说服底比斯人向他派遣盟军。
οἱ δὲ Παμμένη στρατηγὸν ἑλόμενοι καὶ δόντες αὐτῷ στρατιώτας πεντακισχιλίους ἐξέπεμψαν εἰς τὴν Ἀσίαν.
底比斯人选任帕梅内斯为将军,并交给他五千名士兵,将其派遣至亚洲。
§16.34.2ὁ δὲ Παμμένης βοηθήσας Ἀρταβάζῳ καὶ τοὺς σατράπας μεγάλαις μάχαις δυσὶ νικήσας περιεποιήσατο μεγάλην δόξαν ἑαυτῷ τε καὶ τοῖς Βοιωτοῖς.
帕梅内斯援助了阿尔塔巴佐斯,并在两场大战中击败了总督们,为自己和波奥蒂亚人赢得了极大的声望。
ἐφάνη γὰρ θαυμαστὸν εἰ Βοιωτοὶ τῶν μὲν Θετταλῶν ἐγκαταλελοιπότων, τοῦ δὲ Φωκικοῦ πολέμου μεγάλους ἐπιφέροντος κινδύνους διαποντίους δυνάμεις εἰς Ἀσίαν ἐξέπεμπον καὶ προετέρουν κατὰ τὸ πλεῖστον ἐν τοῖς κινδύνοις.
因为在色萨利人已经背弃他们、且福基斯战争正带来巨大危险的情况下,波奥蒂亚人居然还能向亚洲派遣海外部队,并在这些危险中大体上占据优势,这实在令人感到惊异。
§16.34.3ἅμα δὲ τούτοις πραττομένοις συνέστη πόλεμος Ἀργείοις πρὸς Λακεδαιμονίους, καὶ γενομένης μάχης περὶ πόλιν Ὀρνεὰς ἐνίκων οἱ Λακεδαιμόνιοι καὶ τὰς Ὀρνεὰς ἐκπολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.
在这些事情发生的同时,阿尔戈斯人与拉克代蒙人之间爆发了战争,在奥尔内埃市附近发生战斗时,拉克代蒙人获胜,并在围攻夺取奥尔内埃后返回了斯巴达。
Χάρης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἰσπλεύσας εἰς Ἑλλήσποντον καὶ Σηστὸν πόλιν ἑλὼν τοὺς μὲν ἡβῶντας ἀπέσφαξεν, τοὺς δʼ ἄλλους ἐξηνδραποδίσατο.
另一方面,雅典将军哈雷斯驶入赫勒斯滂,攻占了塞斯托斯市,将成年男子全部屠杀,并奴役了其余的人。
§16.34.4Κερσοβλέπτου δὲ τοῦ Κότυος διά τε τὴν πρὸς Φίλιππον ἀλλοτριότητα καὶ τὴν πρὸς Ἀθηναίους φιλίαν ἐγχειρίσαντος τοῖς Ἀθηναίοις τὰς ἐν Χερρονήσῳ πόλεις πλὴν Καρδίας ἀπέστειλεν ὁ δῆμος κληρούχους εἰς τὰς πόλεις.
鉴于科蒂斯之子塞尔索布莱普特斯因对腓力的敌意以及对雅典人的友好,将赫尔松尼苏斯除卡尔迪亚以外的城市移交给了雅典人,雅典民众便向这些城市派遣了殖民者。
Φίλιππος δʼ ὁρῶν τοὺς Μεθωναίους ὁρμητήριον παρεχομένους τὴν πόλιν τοῖς πολεμίοις ἑαυτοῦ πολιορκίαν συνεστήσατο.
而腓力看到梅索内人正向他的敌人提供他们的城市作为行动基地,便对该城展开了围攻。
§16.34.5καὶ μέχρι μέν τινος οἱ Μεθωναῖοι διεκαρτέρουν, ἔπειτα κατισχυόμενοι συνηναγκάσθησαν παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ ὥστε ἀπελθεῖν τοὺς πολίτας ἐκ τῆς Μεθώνης ἔχοντας ἓν ἱμάτιον ἕκαστον.
在一段时间内,梅索内人尚能坚守,但随后由于被压制,他们被迫向国王降服并交出城市,条件是每位公民仅可携带一件衣服离开梅索内。
ὁ δὲ Φίλιππος τὴν μὲν πόλιν κατέσκαψε, τὴν δὲ χώραν διένειμε τοῖς Μακεδόσιν.
腓力将该城夷为平地,并将土地分给马其顿人。
ἐν δὲ τῇ πολιορκίᾳ ταύτῃ συνέβη τὸν Φίλιππον εἰς τὸν ὀφθαλμὸν πληγέντα τοξεύματι διαφθαρῆναι τὴν ὅρασιν.
在这次围攻中,腓力被箭射中眼睛,不幸失明。

词汇与语法注释

  1. 16.34.2ἐφάνη γὰρ θαυμαστὸν εἰ — 紧随表示情感的形容词(θαυμαστόν)之后的连词 εἰ 引导的不是条件从句,而是表示事实的名词性从句(相当于“……这一事实”或 that 从句)。此处表达了对波奥蒂亚人在自身面临危机时仍派遣海外远征军这一事实的惊讶。
  2. 16.34.4τοὺς Μεθωναίους ὁρμητήριον παρεχομένους τὴν πόλιν — 分词 παρεχομένους 作感官动词 ὁρῶν 的宾语补足语。名词 ὁρμητήριον 作 τὴν πόλιν(直接宾语)的谓语性宾语补足语,意为“看到梅索内人将该城市作为基地提供”。
  3. 16.34.5ὥστε ἀπελθεῖν τοὺς πολίτας — 连词 ὥστε 结合不定式,在此处不仅表示结果,还表示协议或决定的条件(“条件是公民们应该撤离……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.34.1-16.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.34.1-16.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。