§16.35.1μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ὑπὸ Θετταλῶν μετακληθεὶς ἧκεν εἰς Θετταλίαν μετὰ τῆς δυνάμεως, καὶ τὸ μὲν πρῶτον πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον διεπολέμει βοηθῶν τοῖς Θετταλοῖς·
その後、フィリッポスはテッサリア人たちから招かれて、軍勢を率いてテッサリアにやって来て、最初はテッサリア人たちを援助してフェライの僭主リュコフロンに対して戦争を続けた。
μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων.
しかしその後、リュコフロンがフォキス人たちから同盟軍を招き寄せると、オノマルコスの兄弟ファウロスが七千の兵とともに派遣された。
ὁ δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.
フィリッポスはフォキス人たちを破り、テッサリアから追い出した。
§16.35.2Ὀνόμαρχος δʼ ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν ἧκεν ἐν τάχει βοηθήσων τοῖς περὶ τὸν Λυκόφρονα.
オノマルコスは全軍を率い、テッサリア全土を支配下に置くことができると考えて、リュコフロンの陣営を援助するために急いでやって来た。
τοῦ δὲ Φιλίππου μετὰ τῶν Θετταλῶν ἀντιπαραταξαμένου τοῖς Φωκεῦσιν Ὀνόμαρχος ὑπερέχων τοῖς πλήθεσι δυσὶ μάχαις ἐνίκησε καὶ πολλοὺς τῶν Μακεδόνων ἀνεῖλεν.
フィリッポスがテッサリア人たちとともにフォキス人たちに対して布陣したのに対し、オノマルコスは兵数において勝っていたので、二つの戦いで勝利を収め、多くのマケドニア人を殺害した。
Φίλιππος δʼ εἰς τοὺς ἐσχάτους κινδύνους περικλεισθεὶς καὶ τῶν στρατιωτῶν διὰ τὴν ἀθυμίαν καταλιπόντων αὐτὸν παραθαρσύνας τὸ πλῆθος μόγις ἐποίησεν αὐτοὺς εὐπειθεῖς.
フィリッポスは極めて重大な危機に陥り、兵士たちが意気消沈して彼を見捨てようとしたが、彼は大衆を励まして、ようやく彼らを従順にさせた。
§16.35.3μετὰ δὲ ταῦτα ὁ Φίλιππος μὲν ἀνεχώρησεν εἰς Μακεδονίαν, Ὀνόμαρχος δὲ στρατεύσας εἰς Βοιωτίαν ἐνίκησε μάχῃ τοὺς Βοιωτοὺς καὶ πόλιν εἷλε Κορώνειαν.
その後、フィリッポスはマケドニアへと退却したが、オノマルコスはボイオティアへと遠征して、戦闘でボイオティア人たちを破り、コロネイア市を占領した。
κατὰ δὲ τὴν Θετταλίαν Φίλιππος μὲν ἐκ τῆς Μακεδονίας μετὰ τῆς δυνάμεως ἄρτι κατηντηκὼς ἐστράτευσεν ἐπὶ Λυκόφρονα τὸν Φερῶν τύραννον.
一方、テッサリアにおいては、フィリッポスがマケドニアから軍勢を率いてちょうど到着したばかりのところで、フェライの僭主リュコフロンに対して遠征した。
§16.35.4οὗτος δʼ οὐκ ὢν ἀξιόμαχος μετεπέμψατο συμμαχίαν παρὰ Φωκέων, ἐπαγγελλόμενος συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Θετταλίαν.
この者(リュコフロン)は、単独では戦うに足りなかったので、フォキス人たちにテッサリアの情勢を彼らのためにともに整えることを約束して、彼らから同盟軍を招き寄せた。
διόπερ Ὀνομάρχου σπουδῇ βοηθήσαντος μετὰ πεζῶν δισμυρίων καὶ πεντακοσίων ἱππέων ὁ μὲν Φίλιππος πείσας τοὺς Θετταλοὺς κοινῇ τὸν πόλεμον ἄρασθαι συνήγαγε τοὺς πάντας πεζοὺς μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δὲ τρισχιλίους.
そのため、オノマルコスが急いで歩兵二万と騎兵五百を率いて援助に赴くと、フィリッポスはテッサリア人たちを説得して共同で戦争を始めることに合意させ、すべて合わせて歩兵二万以上、騎兵三千を集めた。
§16.35.5γενομένης δὲ παρατάξεως ἰσχυρᾶς καὶ τῶν Θετταλῶν ἱππέων τῷ πλήθει καὶ ταῖς ἀρεταῖς διαφερόντων ἐνίκησεν ὁ Φίλιππος.
激しい会戦が行われ、テッサリア人の騎兵が数においても勇猛さにおいても勝っていたため、フィリッポスが勝利した。
τῶν δὲ περὶ τὸν Ὀνόμαρχον καταφυγόντων εἰς τὴν θάλατταν καὶ τυχικῶς παραπλέοντος τοῦ Ἀθηναίου Χάρητος μετὰ πολλῶν τριήρων πολὺς ἐγένετο φόνος τῶν Φωκέων·
オノマルコスの周囲の者たちが海へと逃げ込み、たまたまアテナイ人のカレスが多くの三段櫂船とともに沿岸を航行していたため、フォキス人たちの夥しい殺戮が行われた。
οἱ γὰρ φεύγοντες ῥίψαντες τὰς πανοπλίας διενήχοντο πρὸς τὰς τριήρεις, ἐν οἷς ἦν καὶ αὐτὸς Ὀνόμαρχος.
というのも、敗走する者たちは武具を投げ捨てて三段櫂船へと泳いで渡ろうとし、その中にはオノマルコス自身もいたからである。
§16.35.6τέλος δὲ τῶν Φωκέων καὶ μισθοφόρων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός, ἥλωσαν δὲ οὐκ ἐλάττους τῶν τρισχιλίων.
最終的に、フォキス人と傭兵たちのうち、将軍自身を含む六千人以上が殺害され、三千人を下らない者が捕らえられた。
ὁ δὲ Φίλιππος τὸν μὲν Ὀνόμαρχον ἐκρέμασε, τοὺς δʼ ἄλλους ὡς ἱεροσύλους κατεπόντισεν.
フィリッポスはオノマルコスを吊るし首にし、それ以外の者たちを神殿荒らしとして海に投じて溺死させた。