§16.30.1φανεροῦ δʼ ὄντος ὅτι Βοιωτοὶ μεγάλῃ δυνάμει στρατεύσουσιν ἐπὶ τοὺς Φωκεῖς ὁ Φιλόμηλος ἔκρινε μισθοφόρων ἀθροίζειν πλῆθος.
由于显而易见波奥蒂亚人将动用大军征讨福基斯人,菲洛梅洛斯决定招募大批雇佣兵。
προσδεομένου δὲ τοῦ πολέμου χρημάτων πλειόνων ἠναγκάζετο τοῖς ἱεροῖς ἀναθήμασιν ἐπιβάλλειν τὰς χεῖρας καὶ συλᾶν τὸ μαντεῖον.
然而,由于战争需要更多的资金,他被迫对神圣的奉纳物下手,并掠夺神谕所。
ὑποστησαμένου δʼ αὐτοῦ τοῖς ξένοις μισθοὺς ἡμιολίους ταχὺ πλῆθος ἠθροίσθη μισθοφόρων, πολλῶν ὑπακουόντων πρὸς τὴν στρατείαν διὰ τὸ μέγεθος τῶν μισθῶν.
当他向外邦人许诺一倍半的薪饷时,雇佣兵队伍迅速集结起来,许多人因薪饷之高而响应征召参加远征。
§16.30.2τῶν μὲν οὖν ἐπιεικῶν ἀνδρῶν οὐδεὶς ἀπεγράψατο πρὸς τὴν στρατείαν διὰ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οἱ δὲ πονηρότατοι καὶ θεῶν διὰ τὴν πλεονεξίαν καταφρονοῦντες προθύμως συνέτρεχον πρὸς τὸν Φιλόμηλον καὶ ταχὺ δύναμις ἰσχυρὰ συνέστη τῶν πρὸς τὴν ἱεροσυλίαν ὁρμωμένων.
因此,正直体面的人中没有一个人因对神明的敬虔而登记参军,反而是那些因贪婪而藐视神明的最恶劣之徒,极其热切地聚集到菲洛梅洛斯身旁,一支由热衷于抢劫神殿的人组成的强有力军队迅速建立起来。
§16.30.3ὁ μὲν οὖν Φιλόμηλος διὰ τὸ μέγεθος τῆς εὐπορίας ταχὺ δύναμιν ἀξιόχρεων κατεσκευάσατο.
于是菲洛梅洛斯凭借其雄厚的资金,迅速建立了一支相当规模的军队。
εὐθὺς οὖν ἐστράτευσεν εἰς τὴν τῶν Λοκρῶν χώραν ἔχων στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν μυρίων.
他随即率领超过一万名骑兵和步兵,立即出兵攻入洛克里斯人的领地。
ἀντιταχθέντων δὲ τῶν Λοκρῶν καὶ τῶν Βοιωτῶν βοηθησάντων τοῖς Λοκροῖς ἱππομαχία συνέστη, καθʼ ἣν προετέρησαν οἱ Φωκεῖς.
由于洛克里斯人列阵迎敌,且波奥蒂亚人援助洛克里斯人,双方发生了一场骑兵战,在此战中福基斯人占了上风。
§16.30.4μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντες εἰς ἑξακισχιλίους ἧκον εἰς τὴν Λοκρίδα καὶ συνάψαντες μάχην τοῖς Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν.
此后,萨萨里亚人与邻近的同盟军集结起约六千人来到洛克里斯,在被称为阿格拉斯的山丘附近与福基斯人交战,结果战败。
ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοις καὶ τρισχιλίοις στρατιώταις καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοις καὶ πεντακοσίοις βοηθησάντων τοῖς Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεις, ἀμφοτέρων ἀθροισθέντων εἰς ἕνα τόπον.
但随着波奥蒂亚人率一万三千名士兵出现,以及来自伯罗奔尼撒的一千五百名阿开亚人前来援助福基斯人,双方军队在一处集结并对峙扎营。