§16.29.1σχιζομένης δὲ τῆς τῶν ἐθνῶν καὶ πόλεων αἱρέσεως τῷ μὲν ἱερῷ βοηθεῖν ἔγνωσαν Βοιωτοὶ καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Περραιβοί, πρὸς δὲ τούτοις Δωριεῖς καὶ Δόλοπες, ἔτι δὲ Ἀθαμᾶνες καὶ Ἀχαιοὶ Φθιῶται καὶ Μάγνητες, ἔτι δὲ Αἰνιᾶνες καί τινες ἕτεροι, τοῖς δὲ Φωκεῦσι συνεμάχουν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι τῶν Πελοποννησίων.
随着各民族和城邦的立场发生分裂,决定援助神殿的是波奥蒂亚人、洛克里斯人、萨萨里亚人和培莱比人,此外还有多利斯人、多洛佩斯人,以及阿塔马内斯人、弗提奥提斯的阿开亚人、马格内斯人,还有埃尼阿内斯人及其他一些人;而与福基斯人结盟作战的则是雅典人、拉刻代蒙人以及伯罗奔尼撒人中的其他一些人。
§16.29.2προθυμότατα δὲ συνέπραττον οἱ Λακεδαιμόνιοι διὰ τοιαύτας αἰτίας.
拉刻代蒙人极其热心地予以协助,乃是出于如下原因。
ἐν τῷ Λευκτρικῷ πολέμῳ Θηβαῖοι καταπολεμήσαντες τοὺς πολεμίους δίκην ἐπήνεγκαν εἰς Ἀμφικτύονας κατὰ τῶν Σπαρτιατῶν, ὅτι Φοιβίδας ὁ Σπαρτιάτης κατελάβετο τὴν Καδμείαν, καὶ διετιμήσαντο τὸ ἀδίκημα ταλάντων πεντακοσίων.
在留克特拉战争中,波奥蒂亚人在击败敌人后,因斯巴达人腓比达占领了卡德米亚,向近邻同盟对斯巴达人提起诉讼,并将该罪行的罚金估定为五百塔兰同。
καταδικασθέντων δὲ τῶν Λακεδαιμονίων καὶ τὴν δίκην οὐκ ἐκτινόντων κατὰ τὸν ὡρισμένον ἐκ τῶν νόμων καιρὸν οἱ Θηβαῖοι πάλιν δίκην ἐπήνεγκαν διπλοῦ τοῦ ἀδικήματος.
拉刻代蒙人被判有罪后,未在法律规定的期限内偿付罚金,因此波奥蒂亚人再次提起诉讼,要求处以该罪行双倍的罚金。
§16.29.3τῶν δʼ Ἀμφικτυόνων χιλίοις ταλάντοις καταδικασάντων οἱ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τοῦ ὀφλήματος ὁμοίας τοῖς Φωκεῦσι τὰς ἀποφάσεις ἐποιοῦντο, λέγοντες ἀδίκως ὑπὸ τῶν Ἀμφικτυόνων καταδεδικάσθαι.
当近邻同盟成员判处一千塔兰同罚金时,由于债务数额巨大,拉刻代蒙人做出了与福基斯人相似的声明,声称他们是被近邻同盟不公正地判处有罪的。
§16.29.4διόπερ κοινοῦ ὄντος τοῦ συμφέροντος οἱ Λακεδαιμόνιοι κατʼ ἰδίαν μὲν ὤκνουν ὑπὲρ τῆς καταδίκης ἄρασθαι πόλεμον, διὰ δὲ τοῦ προσώπου τῶν Φωκέων εὐσχημονέστερον ἔκρινον ἀκυρῶσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων.
因此,由于利害关系一致,拉刻代蒙人虽然迟疑于为了自己的判决而亲自发动战争,但他们认为通过福基斯人这一出面者来宣布近邻同盟的决议无效更为体面。
διὰ δὴ ταύτας τὰς αἰτίας ἑτοιμότατα συνεμάχουν τοῖς Φωκεῦσι καὶ τὴν προστασίαν τοῦ ἱεροῦ συγκατεσκεύαζον αὐτοῖς.
正是出于这些原因,他们极其迅速地与福基斯人结盟,并协助他们共同确立对神殿的控制权。