Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.28.1-16.28.4

菲洛梅洛斯的胜利与近邻同盟的开战决议

第 536 段,共 723 段 · 希腊语

内容简介

菲洛梅洛斯募集资金扩充军队并在战斗中击败洛克里斯人,近邻同盟随后投票决定对福基斯人宣战,导致整个希腊陷入分裂与混乱。

§16.28.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Γναῖον Μάλλιον.
在迪奥蒂莫斯担任雅典执政官期间,罗马人任命盖乌斯·马尔基乌斯和格奈乌斯·马利乌斯为执政官。
ἐπὶ δὲ τούτων Φιλόμηλος μὲν προορώμενος τὸ μέγεθος τοῦ πολέμου μισθοφόρων τε πλῆθος ἤθροιζε, τῶν τε Φωκέων τοὺς εὐθέτους κατέλεγεν εἰς τὴν στρατείαν.
在他们的任期内,菲洛梅洛斯预见到战争的规模,便开始招募大批雇佣兵,并征召福基斯人中合适的人参军。
§16.28.2τοῦ δὲ πολέμου προσδεομένου χρημάτων τῶν μὲν ἱερῶν ἀναθημάτων ἀπείχετο, τοὺς δὲ Δελφοὺς εὐδαιμονίᾳ καὶ πλούτῳ διαφέροντας ἐπράξατο πλῆθος χρημάτων ἱκανὸν εἰς τοὺς τῶν ξένων μισθούς.
由于战争需要更多资金,他没有动用神圣的奉纳物,而是从在繁荣和财富上都极为突出的德尔斐人那里征收了足够支付外籍雇佣兵军饷的一大笔资金。
κατασκευάσας οὖν ἀξιόλογον δύναμιν προήγαγεν εἰς ὕπαιθρον καὶ φανερὸς ἦν ἑτοίμως ἔχων διαγωνίζεσθαι πρὸς τοὺς ἀλλοτρίως διακειμένους τοῖς Φωκεῦσι.
在组织了一支引人注目的军队后,他将其带到野外,并表明自己已准备好与那些对福基斯人怀有敌意的人进行战斗。
§16.28.3τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπʼ αὐτὸν ἐγένετο μάχη περὶ τὰς Φαιδριάδας καλουμένας πέτρας, ἣν νικήσας ὁ Φιλόμηλος πολλοὺς μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγους δʼ ἐζώγρησε, τινὰς δὲ κατὰ τῆς πέτρας συνηνάγκασεν ἑαυτοὺς κατακρημνίσαι.
当洛克里斯人向他进军时,在被称为派德里亚德斯的岩壁附近发生了一场战斗,菲洛梅洛斯赢得了胜利,杀死了许多敌人,活捉了为数不少的人,并强迫一些人从岩壁上投下。
μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖς ἐπήρθησαν τοῖς φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντες πρέσβεις ἐξέπεμψαν εἰς τὰς Θήβας ἀξιοῦντες τοὺς Βοιωτοὺς βοηθεῖν αὐτοῖς τε καὶ τῷ θεῷ.
在这场战斗之后,福基斯人因这一成功而士气高昂,而洛克里斯人则意志消沉,派使节前往底比斯,请求波奥蒂亚人援助他们和神明。
§16.28.4οἱ δὲ Βοιωτοὶ διά τε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι πρός τε τοὺς Θετταλοὺς ἐπρέσβευσαν καὶ τοὺς ἄλλους Ἀμφικτύονας ἀξιοῦντες κοινῇ πολεμῆσαι τοῖς Φωκεῦσι.
波奥蒂亚人一方面出于对神明的虔敬,另一方面也因为近邻同盟的决议保持稳固对他们有利,便派使节前往萨萨里亚人和其他近邻同盟成员那里,请求他们共同对福基斯人宣战。
ψηφισαμένων δὲ τῶν Ἀμφικτυόνων τὸν πρὸς Φωκεῖς πόλεμον πολλὴ ταραχὴ καὶ διάστασις ἦν καθʼ ὅλην τὴν Ἑλλάδα.
当近邻同盟投票赞成对福基斯人宣战时,整个希腊陷入了极大的混乱和分裂。
οἱ μὲν γὰρ ἔκριναν βοηθεῖν τῷ θεῷ καὶ τοὺς Φωκεῖς ὡς ἱεροσύλους κολάζειν, οἱ δὲ πρὸς τὴν τῶν Φωκέων βοήθειαν ἀπέκλινον.
因为有些人决定帮助神明并惩罚作为神殿盗贼的福基斯人,而另一些人则倾向于援助福基斯人。

词汇与语法注释

  1. §16.28.2τοὺς δὲ Δελφοὺς ... ἐπράξατο πλῆθος χρημάτων — 动词 πράττομαι(征收)采用双宾格结构,同时支配被征收的人(τοὺς Δελφοὺς)和征收的财物(πλῆθος χρημάτων)。
  2. §16.28.2φανερὸς ἦν ἑτοίμως ἔχων — 表语形容词 φανερὸς ἦν 与分词(此处为 ἑτοίμως ἔχων)连用,表示“显然在做某事”。此外,短语 ἑτοίμως ἔχω 类似于 ἕτοιμός εἰμι,后接不定式(διαγωνίζεσθαι),表示“准备好做某事”。
  3. §16.28.4διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι — 介词 διὰ 支配的带冠词不定式(τὸ συμφέρειν)结构。它是无人称动词用法(συμφέρει,“对……有利”)的名词化,并以宾格加不定式从句(τὰς τῶν Ἀμφ贴克tuόνων κρίσεις βεβαίας εἶναι,“近邻同盟的决议保持稳固”)作为其主语,与格 αὐτοῖς(“对他们”)表示受益者。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.28.1-16.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.28.1-16.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。