Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.23.1-16.23.6

第三次神圣战争的爆发与菲洛梅洛斯

第 531 段,共 723 段 · 希腊语

内容简介

在卡利斯特拉托斯任执政官期间,围绕德尔斐神庙爆发了第三次神圣战争。福基斯人菲洛梅洛斯督促被处以巨额罚款的同胞起义,并主张他们对神谕所管理权的历史性祖传权利。

§16.23.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πλώτιον.
当卡利斯特拉托斯在雅典担任执政官时,罗马人选举马尔库斯·法比乌斯和盖乌斯·普洛提乌斯为执政官。
ἐπὶ δὲ τούτων ὁ κληθεὶς ἱερὸς πόλεμος συνέστη καὶ διέμεινεν ἔτη ἐννέα.
在他们任内,所谓的神圣战争爆发并持续了九年。
Φιλόμηλος γὰρ ὁ Φωκεύς, ἀνὴρ θράσει καὶ παρανομίᾳ διαφέρων, κατελάβετο μὲν τὸ ἐν Δελφοῖς ἱερόν, ἐξέκαυσε δὲ τὸν ἱερὸν πόλεμον διὰ τοιαύτας τινὰς αἰτίας.
因为福基斯人菲洛梅洛斯,一个在胆大和不法方面出类拔萃的人,占领了德尔斐的神庙,并由于以下原因点燃了神圣战争。
§16.23.2Λακεδαιμονίων πρὸς Βοιωτοὺς διαπολεμησάντων τὸν Λευκτρικὸν πόλεμον καὶ καταπολεμηθέντων οἱ μὲν Θηβαῖοι διὰ τὴν κατάληψιν τῆς Καδμείας δίκας μεγάλας ἐπαγαγόντες τοῖς Λακεδαιμονίοις ἐν Ἀμφικτύοσι κατεδίκασαν αὐτοὺς πολλοῖς χρήμασιν,
斯巴达人与波奥蒂亚人进行了留克特拉战争并被击败后,底比斯人因斯巴达人占领卡德梅亚而在近邻同盟会议中对他们提出重指控,并判处他们巨额罚金。
§16.23.3οἱ δὲ Φωκεῖς ἐπεργασάμενοι πολλὴν τῆς ἱερᾶς χώρας τῆς ὀνομαζομένης Κιρραίας δίκας ὑπέσχον ἐν Ἀμφικτύοσι καὶ πολλοῖς ταλάντοις κατεκρίθησαν.
另一方面,福基斯人因耕作了被称为基拉的许多神圣土地,在近邻同盟中受到审判,并被判处许多塔兰同的罚金。
οὐκ ἐκτινόντων δʼ αὐτῶν τὰ ὀφλήματα οἱ μὲν ἱερομνήμονες ἐν Ἀμφικτύοσι κατηγόρουν τῶν Φωκέων καὶ τὸ συνέδριον ἠξίουν, ἐὰν μὴ τὰ χρήματα τῷ θεῷ ἀποδῶσιν οἱ Φωκεῖς, καθιερῶσαι τὴν χώραν τῶν ἀποστερούντων τὸν θεόν·
由于他们没有偿还罚金,近邻同盟的神圣代表们控告了福基斯人,并要求如果福基斯人不把钱还给神,会议就应将这些掠夺神明之人的土地奉献给神。
ὁμοίως δʼ ἔφασαν δεῖν καὶ τοὺς ἄλλους τοὺς καταδικασθέντας ἐκτίνειν τὰ ὀφλήματα, ἐν οἷς ὑπῆρχον καὶ Λακεδαιμόνιοι· ἐὰν δὲ μὴ ὑπακούωσι, κοινῇ ὑπὸ τῶν Ἑλλήνων μισοπονηρίας ἀξιοῦσθαι.
同样,他们宣称其他被判罪的人(其中也包括斯巴达人)也必须偿还罚金;如果他们不服从,就应被全体希腊人共同视为恶人而予以憎恨。
§16.23.4τῶν δʼ Ἑλλήνων συνεπικυρούντων τὰ δόγματα τῶν Ἀμφικτυόνων καὶ τῆς τῶν Φωκέων χώρας μελλούσης καθιεροῦσθαι ὁ Φιλόμηλος, μέγιστον ἔχων ἐν τοῖς Φωκεῦσιν ἀξίωμα, διελέχθη τοῖς ὁμοεθνέσι, διδάσκων ὡς ἐκτῖσαι μὲν οὐ δύνανται τὰ χρήματα διὰ τὸ μέγεθος τῆς καταδίκης, περιορᾶν δὲ καθιερουμένην τὴν χώραν οὐ μόνον ἄνανδρον ὑπάρχειν, ἀλλὰ καὶ κίνδυνον ἐπιφέρειν τῇ τῶν ἁπάντων τοῦ βίου ἀνατροπῇ.
当希腊人共同批准近邻同盟的法令,且福基斯人的土地即将被奉献给神时,在福基斯人中享有最高声望的菲洛梅洛斯向同胞发表演说,向他们说明,由于判罚数额巨大,他们无法偿还这笔钱,而听任土地被奉献不仅是懦弱的,还会带来颠覆所有人生活的危险。
§16.23.5ἐπειρᾶτο δὲ καὶ τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀδίκους δεικνύναι κατὰ τὸ δυνατόν· μικρᾶς γὰρ παντελῶς χώρας κατεργασθείσης μεγίστας ζημίας τεθεῖσθαι.
他还尽力指出近邻同盟的判决是不公正的,因为他们只耕作了极少的一块土地,却被施以最大的惩罚。
συνεβούλευεν οὖν ταύτας ἀκύρους ποιῆσαι καὶ μεγάλας ἀφορμὰς ἔχειν ἀπεφαίνετο τοὺς Φωκεῖς κατὰ τῶν Ἀμφικτυόνων· τὸ γὰρ παλαιὸν τοῦ μαντείου τὴν ἐξουσίαν καὶ προστασίαν ἐσχηκέναι τούτους.
因此,他建议宣布这些判决无效,并指出福基斯人拥有反对近邻同盟的强大依据,因为在古代他们曾拥有神谕所的权力和管理权。
καὶ μάρτυρα τὸν ἀρχαιότατον καὶ μέγιστον τῶν ποιητῶν Ὅμηρον παρείχετο λέγοντα " αὐτὰρ Φωκείων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. "
他还引用了最古老、最伟大的诗人荷马作为证人,荷马写道: "而福基斯人由斯克迪奥斯和埃庇斯特洛福斯率领,他们占有库帕里索斯和多石的皮托。
§16.23.6διόπερ ἔφη δεῖν ἀμφισβητεῖν περὶ τῆς τοῦ μαντείου προστασίας ὡς οὔσης πατρίου τοῖς Φωκεῦσιν.
"因此,他说他们应当争夺神谕所的管理权,因为这是福基斯人祖传的权利。
ἐπηγγέλλετο δὲ κατορθώσειν τὴν ἐπιβολήν, ἐὰν αὐτὸν αὐτοκράτορα καταστήσωσι στρατηγὸν τῆς ὅλης ἐπιβολῆς καὶ κύριον.
他并承诺,如果他们任命他为该整个计划的拥有全权且统领全局的将军,他就将使这一计划取得成功。

词汇与语法注释

  1. §16.23.2Λακεδαιμονίων πρὸς Βοιωτοὺς διαπολεμησάντων τὸν Λευκτρικὸν πόλεμον καὶ καταπολεμηθέντων — 这是一个表示时间的属格绝对结构,名词 Λακεδαιμονίων 同时被主动分词 διαπολεμησάντων 和被动分词 καταπολεμηθέντων 修饰,意为“当斯巴达人战胜……并被击败时”。它简洁地总结了前一部分的历史背景。
  2. §16.23.3καθιερῶσαι — 这是动词 ἠξίουν(要求)的补充不定式,其逻辑主语是该句的主语 τὸ συνέδριον(会议)。分词短语 τῶν ἀποστερούντων τὸν θεόν(掠夺神明之人,即福基斯人)修饰 τὴν χώραν,即奉献(καθιερῶσαι)动作的直接宾语。
  3. §16.23.3μισοπονηρίας ἀξιοῦσθαι — 不定式 ἀξιοῦσθαι 在间接引语中依赖于前方的 ἔφασαν。属格 μισοπονηρίας 是表示价值或控告的属格,意为“(因其邪恶而)被全体希腊人视为应当共同憎恨的对象”。
  4. §16.23.5τεθεῖσθαι — 这是动词 τίθημι 的虚拟/完成时被动(或中间)不定式,在由 διδάσκων(或 δεικνύναι)引导的间接引语中。其逻辑主语是 μεγίστας ζημίας(最大的惩罚),表达了“(尽管只耕作了极少土地却)被施以了最大惩罚”这一不公正性。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.23.1-16.23.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.23.1-16.23.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。