Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.18.1-16.18.5

纽普西乌斯救援卫城与叙拉古的海战胜利

第 526 段,共 723 段 · 希腊语

内容简介

迪奥尼修斯派遣纽普西乌斯率领救援船队,挽救了因饥饿而濒临投降的卫城雇佣兵。叙拉古人虽在随后的海战中击败了这支舰队,却因胜利而得意忘形,疏于防备。

§16.18.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν στρατηγὸν ἀπέστειλεν εἰς τὰς Συρακούσσας Νύψιον τὸν Νεαπολίτην, ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ διαφέροντα· συνεξέπεμψε δʼ αὐτῷ καὶ φορτηγὰ πλοῖα σίτου καὶ τῆς ἄλλης ἀγορᾶς γέμοντα.
此后,迪奥尼修斯派遣在那不勒斯人中以勇猛和军事才能著称的纽普西乌斯作为将军前往叙拉古;同时,他还随他一同派出了满载粮食和其他给养的货船。
οὗτος μὲν οὖν ἐκ Λοκρῶν ἀναχθεὶς ἐτέλει τὸν εἰς Συρακούσσας πλοῦν.
于是,此人从洛克里启航,向叙拉古进发。
§16.18.2οἱ δὲ κατὰ τὴν ἀκρόπολιν μισθοφόροι τοῦ τυράννου, κατὰ τοῦτον τὸν καιρὸν ἐπιλιπόντος τοῦ σίτου, καὶ τῇ σπάνει τῶν ἀναγκαίων δεινῶς πιεζούμενοι μέχρι μέν τινος ὑπέμενον εὐψύχως τὴν ἔνδειαν, τῆς δὲ φύσεως ὑπὸ τῆς ἀνάγκης ἡττωμένης καὶ τῆς σωτηρίας ἀπογινωσκομένης συνδραμόντες εἰς ἐκκλησίαν νυκτὸς ἐψηφίσαντο παραδοῦναι τὴν ἀκρόπολιν καὶ σφᾶς αὐτοὺς τοῖς Συρακοσίοις ἅμʼ ἡμέρᾳ.
而卫城中僭主的雇佣兵们,此时由于粮食已经耗尽,且深受必需品匮乏的折磨,在一段时期内尚能鼓起勇气忍受匮乏;但当人类的天性最终屈服于迫切的需要,且生还的希望已经破灭时,他们便在夜间聚集起来召开大会,决议在天亮时将卫城和他们自己移交给叙拉古人。
§16.18.3ἤδη δὲ τῆς νυκτὸς ληγούσης οἱ μὲν μισθοφόροι κήρυκας ἐξέπεμπον πρὸς τοὺς Συρακοσίους περὶ τῆς διαλύσεως, ὁ δὲ Νύψιος διαφαινούσης ἤδη τῆς ἡμέρας κατέπλευσε μετὰ τοῦ στόλου καὶ καθωρμίσθη περὶ τὴν Ἀρέθουσαν.
正当黑夜将尽之时,雇佣兵们正向叙拉古人派出使者商讨和解,而纽普西乌斯在天色刚破晓时率领舰队驶入,并在阿雷图萨泉附近停泊。
διόπερ τῆς ἐνδείας παραχρῆμα μεταβαλούσης εἰς πολλὴν δαψίλειαν τῶν ἐπιτηδείων ὁ μὲν στρατηγὸς Νύψιος ἐκβιβάσας τοὺς στρατιώτας, κοινὴν ἐκκλησίαν συναγαγὼν καὶ διαλεχθεὶς οἰκείως τοῖς παροῦσι καιροῖς, προθύμους κατεσκεύασε πρὸς τοὺς μέλλοντας κινδύνους.
由于匮乏立即转为物资的极大充裕,将军纽普西乌斯便让士兵们登陆,召集了联席会议并针对当前的形势作了得体的演说,使他们对即将到来的危险充满斗志。
ἡ μὲν οὖν ἀκρόπολις ἤδη παραδιδομένη τοῖς Συρακοσίοις τὸν εἰρημένον τρόπον ἀνελπίστως διεφυλάχθη,
就这样,原本已在上述情况下将被移交给叙拉古人的卫城,出人意料地得以保全。
§16.18.4οἱ δὲ Συρακόσιοι πληρώσαντες ἁπάσας τὰς τριήρεις ἐπέπλευσαν τοῖς πολεμίοις ἔτι περὶ τὴν ἐξαίρεσιν τῆς ἀγορᾶς διατρίβουσιν.
而叙拉古人则将所有的三段击船满员,乘敌军仍在忙于卸运粮食之机发起进攻。
ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης καὶ τῶν κατὰ τὴν ἀκρόπολιν μισθοφόρων τεθορυβημένως ἀντιταχθέντων ταῖς πολεμίαις τριήρεσιν, ἐγένετο ναυμαχία, καθʼ ἣν οἱ Συρακόσιοι προετέρησαν, καὶ τινὰς μὲν τῶν νεῶν κατέδυσαν, τινῶν δʼ ἐγκρατεῖς κατέστησαν, τὰς δὲ λοιπὰς πρὸς τὴν γῆν κατεδίωξαν.
由于袭击出其不意,且卫城中的雇佣兵在混乱中被迫迎击敌方的三段击船,海战遂爆发。 在此战中,叙拉古人占了上风,他们击沉了部分船只,俘获了部分船只,并将剩下的船只驱赶至岸边。
§16.18.5μετεωρισθέντες δʼ ἐπὶ τῷ προτερήματι τοῖς μὲν θεοῖς μεγαλοπρεπῶς ἔθυσαν ἐπινίκια, αὐτοὶ δʼ εἰς εὐωχίας καὶ πότους ἐκτραπέντες, καταφρονοῦντες τῶν ἡττημένων ῥᾳθύμως εἶχον τὰ περὶ τὰς φυλακάς.
他们因这一胜利而得意忘形,向神明举行了盛大的战胜祭祀,自己则转而沉湎于宴乐和饮酒,轻视战败者,在看守防备上变得懈怠。

词汇与语法注释

  1. 16.18.2ἐπιλιπόντος τοῦ σίτου — 由动词 ἐπιλείπω 的第二不定过去时主动分词属格单数 ἐπιλιπόντος 与名词属格 τοῦ σίτου 构成的属格独立结构,在此处表示时间或原因(“当粮食耗尽时”或“因为粮食匮乏”)。
  2. 16.18.3ἤδη παραδιδομένη — 现在时被动分词 παραδιδομένη 带有“正要被移交(未完成的过程或尝试)”的含义(尝试现在时的分词用法)。通过与随后的主动词过去时(不定过去时被动)διεφυλάχθη(得以保全)相对比,强调该移交过程在即将完成之际被中断,而非已经实际发生。
  3. 16.18.5ῥᾳθύμως εἶχον τὰ περὶ τὰς φυλακάς — 不及物动词 εἶχον(ἔχω 的未完成过去时)与副词 ῥᾳθύμως 结合,表示某种状态(相当于 ῥᾴθυμοι ἦσαν,“处于懈怠的状态”),而宾格短语 τὰ περὶ τὰς φυλακάς(关于守备的事项)作为关系宾格(说明宾格),表示“他们在看守防备方面变得懈怠”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.18.1-16.18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.18.1-16.18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。