§16.17.1τοῦ δὲ Δίωνος ἀποκριθέντος ὅτι τοῖς Συρακοσίοις δίκαιόν ἐστι παραδιδόναι τὴν ἀκρόπολιν ἐπί τισιν ἐξαιρέτοις χρήμασι καὶ τιμαῖς, ὁ μὲν Διονύσιος ἕτοιμος ἦν παραδιδόναι τὴν ἄκραν τῷ δήμῳ ὥστε τοὺς μισθοφόρους καὶ τὰ χρήματα λαβόντα εἰς τὴν Ἰταλίαν μεταστῆναι, ὁ δὲ Δίων συνεβούλευε τοῖς Συρακοσίοις δέχεσθαι τὰ διδόμενα.
由于迪翁回答说,在给予某些特别的金钱和特权的前提下,将卫城移交给叙拉古人是合理的,因此迪奥尼修斯也准备将城堡移交给民众,条件是他可以带着他的雇佣兵和财产迁往意大利;迪翁也建议叙拉古人接受这一提议。
ὁ δὲ δῆμος ὑπὸ τῶν ἀκαίρων δημηγόρων πεισθεὶς ἀντεῖπε, νομίζων κατὰ κράτος ἐκπολιορκήσειν τὸν τύραννον.
然而,民众受到不合时宜的煽动家们的说服而拒绝了,认为他们可以用武力彻底攻克这位僭主。
§16.17.2μετὰ δὲ ταῦτα ὁ μὲν Διονύσιος τοὺς ἀρίστους τῶν μισθοφόρων ἀπέλιπεν φυλάξοντας τὴν ἄκραν, αὐτὸς δʼ ἐνθέμενος τὰ χρήματα καὶ πᾶσαν τὴν βασιλικὴν κατασκευὴν ἔλαθεν ἐκπλεύσας καὶ κατῆρεν εἰς τὴν Ἰταλίαν.
此后,迪奥尼修斯留下了他最精锐的雇佣兵守卫城堡,而他自己则装载了财产和所有王室的器物,秘密乘船出航,并在意大利登陆。
§16.17.3οἱ δὲ Συρακόσιοι πρὸς ἀλλήλους ἐστασίασαν, τῶν μὲν οἰομένων δεῖν τὴν στρατηγίαν καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐγχειρίζειν Ἡρακλείδῃ διὰ τὸ τοῦτον δοκεῖν μηδέποτʼ ἂν ἐπιθέσθαι τυραννίδι, τῶν δὲ ἀποφαινομένων τὸν Δίωνα δεῖν ἔχειν τὴν τῶν ἁπάντων ἡγεμονίαν.
叙拉古人内部却发生了内讧,一些人认为应当将将军职位和全部权力交托给赫拉克莱德斯,因为他似乎绝不会企图谋取僭主之位;而另一些人则主张迪翁应当拥有全部的指挥权。
πρὸς δὲ τούτοις πολλῶν ὀφειλομένων μισθῶν τοῖς ἐκ Πελοποννήσου ξένοις τοῖς ἠλευθερωκόσι τὰς Συρακούσσας καὶ χρημάτων σπανιζούσης τῆς πόλεως οἱ μὲν μισθοφόροι τῶν χρημάτων ἀποστερούμενοι συνεστράφησαν, ὄντες πλείους τῶν τρισχιλίων, πάντες δʼ ἐπίλεκτοι ταῖς ἀρεταῖς καὶ διὰ τὴν ἄθλησιν τῶν πολεμικῶν ἔργων διαπεπονημένοι πολὺ τοὺς Συρακοσίους ταῖς ἀρεταῖς ὑπερεβάλλοντο.
除此之外,由于仍有许多军饷拖欠着那些解放了叙拉古的来自伯罗奔尼撒的雇佣兵,且城中资金匮乏,这些被剥夺了军饷的雇佣兵便联合起来;他们人数在三千以上,由于人人皆是英勇的精锐,并因军事行动的历练而锻炼得极其坚韧,因而在勇武上远远超过了叙拉古人。
§16.17.4ὁ δὲ Δίων ἀξιούμενος ὑπὸ τῶν μισθοφόρων συναποστῆναι καὶ παρὰ τῶν Συρακοσίων ὡς κοινῶν ἐχθρῶν λαβεῖν τιμωρίαν τὸ μὲν πρῶτον ἀντεῖπεν, μετὰ δὲ ταῦτα συναναγκαζόμενος ὑπὸ τῆς περιστάσεως προσεδέξατο τὴν ἡγεμονίαν τῶν ξένων καὶ μετʼ ἐκείνων ταχθεὶς ἀνέζευξεν ἐπὶ τοὺς Λεοντίνους.
迪翁受到雇佣兵们的请求,希望他与他们一同离去,并向作为共同敌人的叙拉古人进行报复;他起初拒绝了,但随后在形势的逼迫下,他接受了这些外邦雇佣兵的指挥权,并与他们列队向莱翁蒂尼进发。
§16.17.5οἱ δὲ Συρακόσιοι συστραφέντες ἐδίωκον τοὺς μισθοφόρους καὶ κατὰ τὴν ὁδοιπορίαν συνάψαντες μάχην καὶ πολλοὺς ἀποβαλόντες ἀπεχώρησαν.
叙拉古人集结起来追击雇佣兵,并在行军途中与他们交战,但损失了许多人后便撤退了。
ὁ δὲ Δίων λαμπρᾷ μάχῃ νικήσας οὐδὲν ἐμνησικάκησε τοῖς Συρακοσίοις· ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως τήν τε τῶν νεκρῶν ἀναίρεσιν ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων.
迪翁在辉煌的战斗中获胜,却对叙拉古人毫无怨恨;因为当叙拉古人派使者来向他请求收回尸体时,他不仅准许他们收回尸体,还无偿释放了人数众多的俘虏。
πολλοὶ γὰρ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον.
因为许多在逃跑中即将被杀的人,都宣称自己是支持迪翁的人,所有人都因此而免于一死。