Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.16.1-16.16.4

菲利斯托斯战败自杀与迪奥尼修斯的和议

第 524 段,共 723 段 · 希腊语

内容简介

迪奥尼修斯二世的将军菲利斯托斯在莱翁蒂尼战败后,赫拉克莱德斯率领援军抵达叙拉古并成为共同指挥官。随后,菲利斯托斯在海战中战败并自杀,陷入绝境的迪奥尼修斯向迪翁提出和谈。

§16.16.1κατὰ δὲ τὴν Σικελίαν Φίλιστος μὲν ὁ Διονυσίου στρατηγὸς πλεύσας εἰς Ῥήγιον διεκόμισε τοὺς ἱππεῖς εἰς Συρακούσσας, ὄντας πλείους τῶν πεντακοσίων.
在西西里,迪奥尼修斯的将军菲利斯托斯航行至雷吉乌姆,将五百多名骑兵运送到叙拉古。
προσθεὶς δὲ τούτοις ἱππεῖς τε ἄλλους πλείονας καὶ πεζοὺς δισχιλίους ἐστράτευσεν ἐπὶ Λεοντίνους ἀφεστηκότας ἀπὸ Διονυσίου, νυκτὸς δὲ παρεισπεσὼν ἐντὸς τοῦ τείχους κατελάβετο μέρος τῆς πόλεως.
他又在这些人中加入了更多其他骑兵和两千名步兵,向背叛迪奥尼修斯的莱翁蒂尼人发动远征,并在夜间潜入城墙内,占领了城市的一部分。
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν Συρακοσίων βοηθησάντων ἡττηθεὶς ἐξέπεσεν ἐκ τῶν Λεοντίνων.
然而,在发生了一场激烈的战斗且叙拉古人前来援助后,他被击败并被逐出了莱翁蒂尼。
§16.16.2Ἡρακλείδης δʼ ὁ καταλελειμμένος ὑπὸ Δίωνος ναύαρχος τῶν μακρῶν νεῶν ἐν Πελοποννήσῳ διά τινας χειμῶνας ἐμποδισθεὶς ὑστέρησε τῆς καθόδου τῶν περὶ τὸν Δίωνα καὶ τῆς τῶν Συρακοσίων ἐλευθερώσεως·
被迪翁留在伯罗奔尼撒担任战船海军提督的赫拉克莱德斯,因遭遇风暴受阻,未能赶上迪翁一行的归还以及叙拉古人的解放。
ἧκε δʼ ἄγων ναῦς μὲν μακρὰς εἴκοσι, χιλίους δὲ στρατιώτας καὶ πεντακοσίους.
但他带来了二十艘战船和一千五百名士兵。
ὢν δʼ ἀνὴρ ἐπισημότατος καὶ δόξας ἄξιος ὑπάρχειν ᾑρέθη ναύαρχος ὑπὸ τῶν Συρακοσίων, καὶ μετὰ Δίωνος τεταγμένος ἐπὶ τῆς ἡγεμονίας διεπολέμει πρὸς Διονύσιον.
由于他是一位享有盛名的人物,且被认为配得上这一职位,因而被叙拉古人选为提督,并与迪翁共同担任指挥官,继续对迪奥尼修斯作战。
§16.16.3μετὰ δὲ ταῦτα Φίλιστος ἀποδειχθεὶς στρατηγὸς καὶ καταρτίσας τριήρεις ἑξήκοντα πρὸς Συρακοσίους ἐναυμάχησεν ἔχοντας ναῦς παραπλησίους τὸν ἀριθμόν.
此后,菲利斯托斯被任命为将军,并装备了六十艘三段舵船,与拥有相似数量船只的叙拉古人进行海战。
γενομένου δʼ ἀγῶνος καρτεροῦ καὶ τοῦ Φιλίστου τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας ἀνδραγαθίας προτεροῦντος, ὕστερον δʼ ἀποληφθέντος ὑπὸ τῶν πολεμίων οἱ μὲν Συρακόσιοι πανταχόθεν κυκλώσαντες τὰς ναῦς ἐφιλοτιμοῦντο ζωγρίᾳ λαβεῖν τὸν στρατηγόν, ὁ δὲ Φίλιστος εὐλαβηθεὶς τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν ἀπέσφαξε, πλείστας μὲν καὶ μεγίστας χρείας παρεσχημένος τοῖς τυράννοις, πιστότατος δὲ τῶν φίλων τοῖς δυνάσταις γεγονώς.
战斗进行得十分激烈,菲利斯托斯起初凭借个人的英勇占了上风,但后来被敌人切断了退路,叙拉古人从四面八方包围了他的船只,力图活捉这位将军。 然而,菲利斯托斯因害怕被俘后遭受侮辱,遂拔剑自刎。 他曾为僭主们立下极多且极大的功劳,是统治者最忠实的朋友。
§16.16.4οἱ δὲ Συρακόσιοι νικήσαντες τῇ ναυμαχίᾳ τὸ μὲν σῶμα τοῦ Φιλίστου διαμερίσαντες καὶ διʼ ὅλης τῆς πόλεως ἑλκύσαντες ἄταφον ἐξέρριψαν, Διονύσιος δὲ τὸν μὲν πρακτικώτατον τῶν φίλων ἀποβαλὼν καὶ στρατηγὸν μὲν ἕτερον ἀξιόχρεων οὐκ ἔχων, αὐτὸς δʼ οὐ δυνάμενος φέρειν τὸ τοῦ πολέμου βάρος ἐξέπεμψε πρεσβευτὰς πρὸς τὸν Δίωνα, τὸ μὲν πρῶτον τὴν ἡμίσειαν τῆς ἀρχῆς παραδιδούς, ὕστερον δὲ βουλόμενος ὅλην ἐγχειρίζειν.
叙拉古人在海战中获胜后,将菲利斯托斯的尸体肢解,在全城拖行,然后暴尸荒野。 而迪奥尼修斯失去了他最得力的朋友,又没有其他堪当重任的将军,且他自己也无法承受战争的重担,于是派使者前往迪翁处,起初表示愿意让出其一半的统治权,后来更希望将全部权力交托。

词汇与语法注释

  1. §16.16.2τεταγμένος ἐπὶ τῆς ἡγεμονίας — 完成时被动分词 τεταγμένος 与支配属格的介词短语 ἐπὶ τῆς ἡγεμονίας 结合,意为“被任命/安置于指挥之职”,表明赫拉克莱德斯被置于与迪翁并列的共同指挥官地位。
  2. §16.16.3τοῦ Φιλίστου τὸ μὲν πρῶτον ... προτεροῦντος, ὕστερον δʼ ἀποληφθέντος — 此属格绝对结构通过连接词 καί 与前句的 γενομένου δʼ ἀγῶνος 相连。属格名词 τοῦ Φιλίστου 由现在分词 προτεροῦντος 和不定过去时被动分词 ἀποληφθέντος 修饰,两者通过 μὲν ... δέ 呈对比关系。
  3. §16.16.4ἄταφον — 修饰直接宾语 τὸ σῶμα(尸体)的谓语性形容词,表示动词 ἐξέρριψαν 作用后的状态(“未经埋葬地扔了出去”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.16.1-16.16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.16.1-16.16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。