§16.16.1κατὰ δὲ τὴν Σικελίαν Φίλιστος μὲν ὁ Διονυσίου στρατηγὸς πλεύσας εἰς Ῥήγιον διεκόμισε τοὺς ἱππεῖς εἰς Συρακούσσας, ὄντας πλείους τῶν πεντακοσίων.
シケリアにおいては、ディオニュシオスの将軍ピリストスがレギオンへと航行し、五百人を超える騎兵をシュラクサイへと送り届けた。
προσθεὶς δὲ τούτοις ἱππεῖς τε ἄλλους πλείονας καὶ πεζοὺς δισχιλίους ἐστράτευσεν ἐπὶ Λεοντίνους ἀφεστηκότας ἀπὸ Διονυσίου, νυκτὸς δὲ παρεισπεσὼν ἐντὸς τοῦ τείχους κατελάβετο μέρος τῆς πόλεως.
彼はこれらに、より多くの他の騎兵と二千人の歩兵を加え、ディオニュシオスから離反したレオンティノイ人に対して遠征した。 そして、夜間に城壁の内側に侵入し、市の一部を占領した。
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν Συρακοσίων βοηθησάντων ἡττηθεὶς ἐξέπεσεν ἐκ τῶν Λεοντίνων.
しかし、激しい戦闘が生じ、シュラクサイ人が救援したため、彼は敗北してレオンティノイから撃退された。
§16.16.2Ἡρακλείδης δʼ ὁ καταλελειμμένος ὑπὸ Δίωνος ναύαρχος τῶν μακρῶν νεῶν ἐν Πελοποννήσῳ διά τινας χειμῶνας ἐμποδισθεὶς ὑστέρησε τῆς καθόδου τῶν περὶ τὸν Δίωνα καὶ τῆς τῶν Συρακοσίων ἐλευθερώσεως·
ディオンによってペロポネソスに軍船の提督として残されていたヘラクレイデスは、嵐によって航行を妨げられ、ディオンらの一行の帰還とシュラクサイ人の解放に遅れた。
ἧκε δʼ ἄγων ναῦς μὲν μακρὰς εἴκοσι, χιλίους δὲ στρατιώτας καὶ πεντακοσίους.
しかし、彼は二十隻の軍船と千五百人の兵士を率いてやって来た。
ὢν δʼ ἀνὴρ ἐπισημότατος καὶ δόξας ἄξιος ὑπάρχειν ᾑρέθη ναύαρχος ὑπὸ τῶν Συρακοσίων, καὶ μετὰ Δίωνος τεταγμένος ἐπὶ τῆς ἡγεμονίας διεπολέμει πρὸς Διονύσιον.
彼はきわめて高名な人物であり、その地位にふさわしいと見なされたため、シュラクサイ人によって提督に選出され、ディオンとともに指導権を分担してディオニュシオスに対して戦争を続けた。
§16.16.3μετὰ δὲ ταῦτα Φίλιστος ἀποδειχθεὶς στρατηγὸς καὶ καταρτίσας τριήρεις ἑξήκοντα πρὸς Συρακοσίους ἐναυμάχησεν ἔχοντας ναῦς παραπλησίους τὸν ἀριθμόν.
この後、ピリストスは将軍に任命され、六十隻の三段櫂船を艤装して、ほぼ同数の船を擁するシュラクサイ人と海戦を交えた。
γενομένου δʼ ἀγῶνος καρτεροῦ καὶ τοῦ Φιλίστου τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας ἀνδραγαθίας προτεροῦντος, ὕστερον δʼ ἀποληφθέντος ὑπὸ τῶν πολεμίων οἱ μὲν Συρακόσιοι πανταχόθεν κυκλώσαντες τὰς ναῦς ἐφιλοτιμοῦντο ζωγρίᾳ λαβεῖν τὸν στρατηγόν, ὁ δὲ Φίλιστος εὐλαβηθεὶς τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν ἀπέσφαξε, πλείστας μὲν καὶ μεγίστας χρείας παρεσχημένος τοῖς τυράννοις, πιστότατος δὲ τῶν φίλων τοῖς δυνάσταις γεγονώς.
激しい戦闘が生じ、ピリストスは最初は自らの勇気によって優勢であったが、後に敵に退路を断たれると、シュラクサイ人は四方から彼の船を取り囲み、この将軍を生け捕りにしようと競い合った。 しかし、ピリストスは捕虜となって陵辱されることを恐れ、自ら命を絶った。 彼は僭主たちに非常に多くの、また最大の貢献をなし、支配者たちにとって最も忠実な友であった。
§16.16.4οἱ δὲ Συρακόσιοι νικήσαντες τῇ ναυμαχίᾳ τὸ μὲν σῶμα τοῦ Φιλίστου διαμερίσαντες καὶ διʼ ὅλης τῆς πόλεως ἑλκύσαντες ἄταφον ἐξέρριψαν, Διονύσιος δὲ τὸν μὲν πρακτικώτατον τῶν φίλων ἀποβαλὼν καὶ στρατηγὸν μὲν ἕτερον ἀξιόχρεων οὐκ ἔχων, αὐτὸς δʼ οὐ δυνάμενος φέρειν τὸ τοῦ πολέμου βάρος ἐξέπεμψε πρεσβευτὰς πρὸς τὸν Δίωνα, τὸ μὲν πρῶτον τὴν ἡμίσειαν τῆς ἀρχῆς παραδιδούς, ὕστερον δὲ βουλόμενος ὅλην ἐγχειρίζειν.
海戦に勝利したシュラクサイ人は、ピリストスの遺体をばらばらにし、市全体を引き回したうえで、埋葬せずに投げ捨てた。 一方、ディオニュシオスは、自らの友人たちの中で最も活動的な人物を失い、他にふさわしい将軍も持たず、彼自身も戦争の重荷に耐えることができなかったため、ディオンのもとに使節を派遣した。 彼は最初は支配権の半分を譲渡することを提案したが、後にはそのすべてを委ねることを望んだ。