Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.12.1-16.12.5

防壁旁的苦战与狄翁获救

第 520 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯的雇佣兵突然袭击了叙拉古人的防壁,在狭小的空间内引发了激烈的战斗。狄翁因冲入敌阵而受伤险些被俘,但叙拉古人合力救出了他,击退了雇佣兵并立起胜利纪念碑。

§16.12.1τῶν δὲ Συρακοσίων κατεσκευακότων ἀπὸ θαλάττης εἰς θάλατταν διατείχισμα αὑτῶν προσέπεσον οἱ μισθοφόροι τῷ τείχει μετὰ πολλῆς βοῆς καὶ καταπλήξεως καὶ πολλοὺς μὲν τῶν φυλάκων ἀνεῖλον, τοῦ δὲ τείχους ἐντὸς γενόμενοι πρὸς τοὺς ἐκβοηθοῦντας διηγωνίζοντο.
在叙拉古人建成了从海到海的防壁后,雇佣兵们伴随着巨大的呼喊声和恐吓袭击了防壁,杀死了许多守卫,并进入防壁内部,与赶来救援的人展开了激烈的战斗。
§16.12.2ὁ δὲ Δίων ἀνελπίστως παρεσπονδημένος μετὰ τῶν ἀρίστων στρατιωτῶν ἀπήντα τοῖς πολεμίοις καὶ συνάψας μάχην πολὺν ἐποίει φόνον.
遭到意想不到的背弃盟约后,狄翁率领最精锐的士兵迎战敌人,交战并造成了惨重的伤亡。
ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι τῆς διατειχίσεως, μάχης οὔσης συνέδραμε πλῆθος στρατιωτῶν εἰς στενὸν τόπον.
因为战斗发生在一个狭窄的空间,就像在竞技场中一样——也就是在防壁那非常狭小的间距内,大批士兵聚集在狭窄的地方。
§16.12.3διὸ καὶ παρʼ ἀμφοτέροις οἱ ταῖς ἀνδραγαθίαις πρωτεύοντες συγκατέβησαν εἰς τὸν κίνδυνον·
因此,双方在勇敢上最杰出的人都一同投入了险境。
καὶ τῶν μὲν τοῦ Διονυσίου μισθοφόρων διὰ τὸ μέγεθος τῶν ἐπαγγελιῶν, τῶν δὲ Συρακοσίων διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας εἰς ὑπερβάλλουσαν φιλοτιμίαν ἐκτραπέντων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, τῆς παρʼ ἀμφοτέροις ἀρετῆς οὔσης ἰσομάχου, καὶ πολλοὶ μὲν ἔπιπτον, οὐκ ὀλίγοιδὲ κατετιτρώσκοντο πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες·
由于狄奥尼修斯的雇佣兵因许诺的丰厚恩赏,而叙拉古人则因对自由的希望,激发了极大的斗志,起初战斗势均力敌,因为双方的英勇不相上下;许多人倒下,不少人受伤,且所有的伤口都在身体正面。
οἱ μὲν γὰρ πρωτοστάται τὸν ὑπὲρ τῶν ἄλλων θάνατον ὑπέμενον εὐψύχως, οἱ δʼ ἐπιτεταγμένοι τοὺς πίπτοντας ὑπερασπίζοντες καὶ τοῖς δεινοῖς ἐγκαρτεροῦντες τοὺς ἐσχάτους κινδύνους ὑπὲρ τῆς νίκης ἀνεδέχοντο.
因为前排的人勇敢地为他人承受死亡,而后排的人则用盾牌掩护倒下的人,在艰险中坚持不懈,为了胜利而承担最极端的危险。
§16.12.4μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων διʼ ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους·
此后,狄翁急于在战斗中建立卓越的功勋,并渴望亲手赢取胜利,于是强行冲入敌军阵中。
ἡρωικῶς δʼ ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δʼ ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει·
他英勇作战,杀敌无数,在冲破了雇佣兵的整个战线后,却独自一人被大军围困。
πολλῶν δʼ ἐπʼ αὐτὸν ῥιφέντων βελῶν εἴς τε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρʼ ὀλίγον ὑποχείριος ἐγένετο.
尽管有许多飞弹投向他的盾牌和头盔,他因盔甲的坚固构造而躲过了这些伤害,但他的右臂受伤,因这一击的沉重负荷而倒下,几乎落入敌手。
§16.12.5οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν.
叙拉古人担心他们将军的安全,以沉重的阵型冲向雇佣兵,将精疲力竭的狄翁从险境中解救出来,并压制住敌人,迫使他们逃跑。
ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ.
同样,在防壁的其他地方,由于叙拉古人占了上风,僭主的雇佣兵被一路追击到“岛屿”的大门之内。
ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.
叙拉古人在一场光辉的战斗中取得了胜利,并牢固地赢得了自由,他们立起了战胜僭主的凯旋碑。

词汇与语法注释

  1. 16.12.1τῶν δὲ Συρακοσίων κατεσκευακότων — 独立分词属格结构,其逻辑主语(叙拉古人)与主句主语(雇佣兵)不同。该结构用作时间或原因状语,交代雇佣兵发动袭击时,叙拉古人已经建好防壁这一背景情况。
  2. 16.12.2ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι — 字面意为“仿佛在竞技场中”。比喻短语 `ἐν σταδίῳ ὥσπερ` 与同位语 `τῷ ὀλίγῳ δὴ διαστήματι`(即防壁那非常狭小的间距)并列。它与独立分词 `μάχης οὔσης` 结合,说明狭窄的防壁空间如同竞技场一样成为了战场,解释了为什么大批士兵会被迫拥挤在狭小的地方。
  3. 16.12.3πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες — 形容词 `ἐναντίας`(面对着的、前方的)在此作叙述性修饰语,修饰 `πληγὰς`(伤口)。指他们的伤口全部在身体正面,这是古典文献中用以赞美战士们没有转身逃跑、而是英勇迎敌的经典表达方式。
  4. 16.12.4παρʼ ὀλίγον — 介词 `παρά` 接宾格的固定搭配,意为“几乎”、“差一点”。它修饰主要动词 `ὑποχείριος ἐγένετο`(落入手中),用以强调狄翁当时处于千钧一发、差一点就被敌军生擒的危急状态。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.12.1-16.12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.12.1-16.12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。