§16.11.1τῆς δὲ πόλεως πάσης μετημφιεσμένης ἀντὶ τῆς δουλείας τὴν ἐλευθερίαν καὶ τὸ σκυθρωπὸν τῆς τυραννίδος εἰς πανηγυρικὴν ἱλαρότητα τῆς τύχης ἀγούσης πᾶσα οἰκία θυσιῶν καὶ χαρᾶς ἔγεμε, τῶν ἰδιωτῶν ἐπὶ ταῖς ἰδίαις ἑστίαις θυμιώντων καὶ περὶ μὲν τῶν παρόντων ἀγαθῶν εὐχαριστούντων τοῖς θεοῖς, περὶ δὲ τῶν μελλόντων εὐχὰς ἀγαθὰς ποιουμένων.
整个城市脱去了奴役的装束而换上了自由,命运将僭主统治的阴郁转变为节日的欢乐,家家户户都充满了祭祀与喜悦,公民们在自己的炉灶前焚香,为眼前的恩赐感谢神明,并为未来的福祉献上美好的祈祷。
ἐγένετο δὲ καὶ τῶν γυναικῶν ἐπὶ ταῖς ἀνελπίστοις εὐημερίαις ὀλολυγμὸς πολὺς καὶ καθʼ ἅπασαν τὴν πόλιν συνδρομαί.
面对这意想不到的幸福,妇女们也发出了极大的欢呼,整座城市里人们纷纷聚集。
§16.11.2οὐδεὶς δʼ ἦν ἐλεύθερος, οὐ δοῦλος, οὐ ξένος, ὃς οὐκ ἔσπευδεν ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως ἢ κατʼ ἄνθρωπον.
没有一个人,无论是自由人、奴隶还是异邦人,不急于去见狄翁,所有人都以超越常人的方式赞赏这位男子的美德。
καὶ τοῦτʼ εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς· πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς.
他们有这种感受是理所当然的,因为这场变革规模宏大且出乎意料;他们经历了五十年的奴役,由于时间久远已经忘记了自由,却因一个人的美德而得以从灾难中解脱。
§16.11.3Διονύσιος δὲ κατὰ τούτους τοὺς καιροὺς αὐτὸς μὲν ἔτυχε διατρίβων περὶ Καυλωνίαν τῆς Ἰταλίας, Φίλιστον δὲ τὸν στρατηγὸν περὶ τὸν Ἀδρίαν ὄντα μετεπέμψατο μετὰ τῆς ναυτικῆς δυνάμεως καὶ προσέταξε πλεῖν εἰς τὰς Συρακούσσας.
此时,狄奥尼修斯本人正巧在意大利的考洛尼亚附近逗留,但他召回了在亚得里亚海沿岸的将军菲利斯图斯及其海军,并命令其驶往叙拉古。
ἀμφοτέρων δʼ εἰς τὸν αὐτὸν τόπον ἐλθεῖν σπευδόντων ὁ μὲν Διονύσιος ἧκεν εἰς τὰς Συρακούσσας ἡμέραις ὕστερον ἑπτὰ τῆς Δίωνος καθόδου.
正当两人都急于赶往同一地点时,狄奥尼修斯在狄翁返回七天后抵达了叙拉古。
§16.11.4εὐθὺς οὖν καταστρατηγῆσαι βουλόμενος τοὺς Συρακοσίους περὶ διαλύσεως ἐπρεσβεύετο καὶ πολλὰς ἐμφάσεις ἐδίδου παραδώσειν τὴν τυραννίδα τῷ δήμῳ καὶ τῆς δημοκρατίας ἀλλάξεσθαι τιμὰς ἀξιολόγους·
因此,他企图立即在智谋上战胜叙拉古人,便派遣使者商讨和解,并多次暗示将把僭主权力交还给人民,以换取民主制度下显著的荣誉。
ἠξίου τε πρέσβεις ἀποστεῖλαι πρὸς αὐτόν, μεθʼ ὧν συνεδρεύσας καταλύσηται τὸν πόλεμον.
他要求他们派遣使者到他那里,以便与他们共同商议结束战争。
§16.11.5οἱ μὲν οὖν Συρακόσιοι μετεωρισθέντες ταῖς ἐλπίσιν ἐξαπέστειλαν πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν ἀνδρῶν·
于是叙拉古人抱着极大的希望,派遣了他们中最有声望的人担任使者。
ὁ δὲ Διονύσιος τούτοις μὲν φυλακὴν περιστήσας ἀνεβάλετο τὴν ἔντευξιν, αὐτὸς δʼ ὁρῶν τοὺς Συρακοσίους διὰ τὴν ἐλπίδα τῆς εἰρήνης τά τε περὶ τὰς φυλακὰς ῥᾳθύμως ἔχοντας καὶ τὰ πρὸς μάχην ἀπαρασκεύους ἄφνω τὰς πύλας τῆς κατὰ τὴν Νῆσον ἀκροπόλεως ἀνοίξας ἐξεχύθη συντεταγμένῃ τῇ δυνάμει.
然而狄奥尼修斯派兵将这些人看管起来,推迟了会面;他自己看到叙拉古人由于对和平的期待而在防卫上懈怠、对战斗毫无准备,便突然打开了“岛屿”上城堡的大门,率领整顿好的军队冲了出去。