§16.10.1ὡς δʼ ἐπὶ τοῖς ὅροις τῆς Συρακοσίας ὁ Δίων ἦν, ἀπήντα πρὸς αὐτὸν πλῆθος ἀνόπλων ἀνθρώπων ἔκ τε τῆς χώρας καὶ τῆς πόλεως·
ディオンがシラクサ領の境界に達したとき、地方からも都市からも、武器を持たない多くの人々が彼を出迎えにやって来た。
ἀπίστως γὰρ διακείμενος ὁ Διονύσιος πρὸς τοὺς Συρακοσίους πολλῶν τὰ ὅπλα παρῄρητο.
というのも、ディオニュシオスはシラクサ人に対して不信感を抱いていたため、多くの者から武器を没収していたからである。
§16.10.2κατὰ δὲ τοῦτον τὸν καιρὸν ὁ μὲν τύραννος περὶ τὰς νεοκτίστους πόλεις κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δʼ ἐπὶ τῆς φυλακῆς τῶν Συρακουσσῶν ἀπολειφθέντες ἡγεμόνες τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺς Συρακοσίους ἀπὸ τῆς ἀποστάσεως·
この時期、僭主はアドリア海沿いの新設された諸都市の周辺に大軍を率いて滞在していたが、シラクサの守備のために残されていた将軍たちは、最初はシラクサ人たちを反乱から思いとどまらせようと試みた。
ἀκατασχέτου δὲ τῆς ὁρμῆς τῶν ὄχλων οὔσης ἀπογνόντες τοὺς μισθοφόρους καὶ τοὺς τὰ τοῦ δυνάστου φρονοῦντας ἤθροισαν καὶ τὰς τάξεις πληρώσαντες τοῖς ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.
しかし、群衆の衝動が抑えがたいものであったため、彼らは説得を諦めて、傭兵たちや支配者を支持する人々を集め、部隊を編成して反乱を起こした者たちを攻撃することを決定した。
§16.10.3Δίων δὲ τοῖς μὲν ἀνόπλοις τῶν Συρακοσίων διέδωκε τὰς πεντακισχιλίας πανοπλίας, τοὺς δὲ ἄλλους ἐκ τῶν δυνατῶν τοῖς παρατυχοῦσιν ὅπλοις συνεσκεύασεν.
ディオンは武器を持たないシラクサ人たちに5000組の完全武装を分配し、他の人々には、手近にある武器を用いてできる限りの武装を施した。
συναγαγὼν δʼ ἅπαντας εἰς κοινὴν ἐκκλησίαν ἀπεφαίνετο μὲν ἑαυτὸν ἥκειν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν Σικελιωτῶν, παρεκάλει δὲ στρατηγοὺς αἱρεῖσθαι τοὺς εὐθέτους πρὸς τὴν ἀποκατάστασιν τῆς αὐτονομίας καὶ τὴν κατάλυσιν τῆς ὅλης τυραννίδος.
そして全員を民会に召集し、自分はシケリアのギリシア人の解放のためにやって来たと表明し、自治の回復と僭主支配全体の打倒に適した将軍たちを選出するよう勧告した。
τὸ δὲ πλῆθος ὥσπερ ἀπὸ μιᾶς φωνῆς ἀνεβόησε στρατηγοὺς αἱρεῖσθαι τόν τε Δίωνα καὶ τὸν ἀδελφὸν αὐτοῦ Μεγακλῆν αὐτοκράτορας.
すると群衆は、まるで異口同音に、ディオンと彼の兄弟メガクレスを全権将軍に選出するよう叫んだ。
§16.10.4εὐθὺς οὖν ἀπὸ τῆς ἐκκλησίας ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει.
そこで民会の後すぐに軍勢を整列させ、都市へと進軍した。
οὐδενὸς δʼ ἀντιποιουμένου τῶν ὑπαίθρων ἀδεῶς εἰσῆλθεν ἐντὸς τοῦ τείχους καὶ διὰ τῆς Ἀχραδινῆς πορευθεὶς εἰς τὴν ἀγορὰν κατεστρατοπέδευσεν, οὐδενὸς τολμῶντος ἐπεξιέναι.
野外を誰も守ろうとしなかったため、彼は恐れることなく城壁の内側に入り、アクラディナ地区を通って広場へと進んで陣を敷いたが、誰一人として立ち向かおうとする者はいなかった。
§16.10.5ὁ δὲ σύμπας ἀριθμὸς ἦν τῶν μετὰ Δίωνος στρατιωτῶν οὐκ ἐλάττους τῶν πεντακισμυρίων.
ディオンに付き従った兵士の総数は5万人を下らなかった。
οὗτοι δὲ πάντες ἐστεφανωμένοι κατῆλθον εἰς τὴν πόλιν προηγουμένου τοῦ τε Δίωνος καὶ τοῦ Μεγακλέους καὶ μετὰ τούτων τριάκοντα Συρακοσίων, οἳ μόνοι τῶν κατὰ τὴν Πελοπόννησον φυγάδων Συρακοσίοις μετασχεῖν τῶν κινδύνων ἠθέλησαν.
彼らは全員が冠を戴いて都市へと入ったが、その先頭に立ったのはディオンとメガクレスであり、彼らとともに30人のシラクサ人がいたが、この人々は、ペロポネソスにいたシラクサ人の亡命者のうちで、危険を共にする(シラクサ人たちと危険を分かち合う)ことを望んだ唯一の人々であった。