§16.1.1ἐν πάσαις μὲν ταῖς ἱστορικαῖς πραγματείαι καθήκει τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις ἢ πόλεων ἢ βασιλέων πράξεις αὐτοτελεῖς ἀπʼ ἀρχῆς μέχρι τοῦ τέλους· οὕτως γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν.
在所有的历史著作中,历史学家应该在书中包含城市或君主的完整事迹,自始至终;因为我们认为,只有这样最能使读者觉得历史易记且清晰。
§16.1.2αἱ μὲν γὰρ ἡμιτελεῖς πράξεις οὐκ ἔχουσαι συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευτῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν.
因为那些未竟的事迹,由于其结局与开端不相连续,打断了热爱阅读者的渴望;而那些包含叙事连续性直至终结的著作,则呈现了完整的事迹叙述。
ὅταν δʼ ἡ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς συγγραφεῦσι, τότʼ ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως.
而当事件本身的性质与历史学家相配合时,此时便绝对不应当背离这一宗旨。
§16.1.3διόπερ καὶ ἡμεῖς παρόντες ἐπὶ τὰς Φιλίππου τοῦ Ἀμύντου πράξεις πειρασόμεθα τούτῳ τῷ βασιλεῖ τὰ πραχθέντα περιλαβεῖν ἐν ταύτῃ τῇ βίβλῳ.
因此,我们既然已经来到了亚敏塔斯之子腓力的事迹,也将努力在本书中包含这位国王所成就的伟业。
οὗτος γὰρ εἴκοσι μὲν καὶ τέτταρα ἔτη τῶν Μακεδόνων ἐβασίλευσεν, ἐλαχίσταις δὲ ἀφορμαῖς χρησάμενος μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασε τὴν ἰδίαν βασιλείαν καὶ παραλαβὼν τὴν Μακεδονίαν δουλεύουσαν Ἰλλυριοῖς πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ πόλεων κυρίαν ἐποίησε.
因为他统治了马其顿人二十四年,凭借极其微薄的起点,将自己的王国建设成欧洲最强大的势力,并且在接手处于伊利里亚人奴役之下的马其顿后,使其成为了许多强大民族和城市的统治者。
§16.1.4διὰ δὲ τὴν ἰδίαν ἀρετὴν τῆς μὲν Ἑλλάδος ἁπάσης παρέλαβε τὴν ἡγεμονίαν ἑκουσίως τῶν πόλεων ὑποταττομένων, τοὺς δὲ τὸ ἐν Δελφοῖς ἱερὸν συλήσαντας καταπολεμήσας καὶ τῷ μαντείῳ βοηθήσας μετέσχε τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων καὶ διὰ τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν ἔπαθλον ἔλαβε τὰς ψήφους τῶν κρατηθέντων Φωκέων.
凭借他个人的杰出才能,他在各城市自愿臣服的情况下,继承了全希腊的霸权;在击败了那些掠夺德尔斐神庙的人并援助了神谕所之后,他得以参与近邻同盟会议,并因其对神明的敬虔,获得了被征服的福基斯人投票权的奖赏。
§16.1.5Ἰλλυριοὺς δὲ καὶ Παίονας καὶ Θρᾷκας καὶ Σκύθας καὶ πάντα τὰ πλησιόχωρα τούτοις ἔθνη καταπολεμήσας τὴν Περσῶν βασιλείαν ἐπεβάλετο καταλῦσαι καὶ δυνάμεις μὲν εἰς τὴν Ἀσίαν διαβιβάσας τὰς Ἑλληνίδας πόλεις ἠλευθέρου, μεσολαβηθεὶς δʼ ὑπὸ τῆς πεπρωμένης τηλικαύτας καὶ τοιαύτας δυνάμεις ἀπέλιπεν ὥστε τὸν υἱὸν Ἀλέξανδρον μὴ προσδεηθῆναι συμμάχων εἰς τὴν κατάλυσιν τῆς Περσῶν ἡγεμονίας.
在通过战争征服了伊利里亚人、派奥尼亚人、色雷斯人、斯基泰人以及所有邻近的民族之后,他致力于推翻波斯帝国;他向亚洲派兵以解放希腊诸城市,但由于被命运阻截,他留下了如此巨大且精锐的军队,以至于其子亚历山大在摧毁波斯帝国时,无需再寻求盟友的帮助。
§16.1.6καὶ ταῦτʼ ἔπραξεν οὐ διὰ τύχην, ἀλλὰ διὰ τὴν ἰδίαν ἀρετήν.
他成就这些事并非由于幸运,而是因为他个人的才干。
γέγονε γὰρ ὁ βασιλεὺς οὗτος ἀγχινοίᾳ στρατηγικῇ καὶ ἀνδρείᾳ καὶ λαμπρότητι ψυχῆς διαφέρων.
因为这位国王在军事谋略、勇气和心灵的伟岸上皆出类拔萃。
ἵνα δὲ μὴ διὰ τοῦ προοιμίου προλαμβάνωμεν αὐτοῦ τὰς πράξεις, ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας πορευσόμεθα, βραχέα τοῖς χρόνοις προσαναδραμόντες.
但为了不至于在序言中提前叙述他的事迹,我们将在时间上略微回溯后,进入历史的连续叙述。