Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.90.1-15.90.4

各总督与埃及王塔科斯反抗波斯的叛乱

第 502 段,共 723 段 · 希腊语

内容简介

亚洲沿海居民及各总督联合背叛波斯国王,埃及国王塔科斯亦在斯巴达的支持下加入反叛,导致波斯帝国财政蒙受重创,国王被迫备战。

§15.90.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μόλωνος ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Γενούκιος καὶ Κόιντος Σερουίλιος.
在雅典由莫隆担任执政官时,罗马则由卢基乌斯·格努基乌斯与昆图斯·塞维里乌斯出任执政官。
ἐπὶ δὲ τούτων οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀσίας ἀπέστησαν ἀπὸ Περσῶν, καί τινες τῶν σατραπῶν καὶ στρατηγῶν ἐπαναστάντες πόλεμον ἐξήνεγκαν πρὸς Ἀρταξέρξην.
在他们任内,居住在亚洲沿海地区的人们背叛了波斯人,一些总督和将领也群起反叛,向阿尔塔薛西斯宣战。
§15.90.2ὁμοίως δὲ τούτοις καὶ Ταχὼς ὁ βασιλεὺς τῶν Αἰγυπτίων κρίνας πολεμεῖν τοῖς Πέρσαις, ναῦς τε κατεσκεύασε καὶ πεζὰς δυνάμεις ἤθροισεν.
与这些人相似,埃及国王塔科斯也决定与波斯人交战,他建造了船只并聚集了步兵部队。
πολλοὺς δὲ ξενολογήσας ἐκ τῶν Ἑλληνίδων πόλεων ἔπεισε καὶ Λακεδαιμονίους συμμαχεῖν· οἱ γὰρ Σπαρτιᾶται πρὸς Ἀρταξέρξην ἀλλοτρίως εἶχον διὰ τὸ τοὺς Μεσσηνίους ὁμοίως τοῖς ἄλλοις Ἕλλησιν ὑπὸ τοῦ βασιλέως εἰς τὴν κοινὴν εἰρήνην κατατετάχθαι.
他在从希腊各城邦征募了许多雇佣兵后,也说服了斯巴达人结为同盟;因为斯巴达人对阿尔塔薛西斯怀有敌意,原因是国王将美塞尼亚人与其他希腊人一视同仁地列入了共同和约之中。
τηλικαύτης δὲ συνδρομῆς κατὰ τῶν Περσῶν γενομένης, καὶ ὁ βασιλεὺς παρεσκευάζετο τὰ πρὸς τὸν πόλεμον.
既然针对波斯人发生了如此规模的联合行动,国王也开始筹备战争事务。
§15.90.3ὑπὸ γὰρ τὸν αὐτὸν καιρὸν ἔδει πρός τε τὸν τῶν Αἰγυπτίων βασιλέα πολεμεῖν καὶ πρὸς τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις καὶ Λακεδαιμονίους καὶ τοὺς τούτων συμμάχους σατράπας καὶ στρατηγούς, τοὺς ἄρχοντας μὲν τῶν παραθαλαττίων τόπων, συντεθειμένους δὲ κοινοπραγίαν·
因为大约在同一时期,他必须同时与埃及国王、亚洲的希腊城邦、斯巴达人,以及他们的盟友——即统治着沿海地区并已结成共同行动联盟的总督和将领们作战。
ὧν ἦσαν ἐπιφανέστατοι Ἀριοβαρζάνης μὲν ὁ τῆς Φρυγίας σατράπης, ὃς καὶ Μιθριδάτου τελευτήσαντος τῆς τούτου βασιλείας κεκυριευκὼς ἦν, Μαύσωλος δὲ Καρίας δυναστεύων καὶ πολλῶν ἐρυμάτων καὶ πόλεων ἀξιολόγων κυριεύων, ὧν ἑστίαν καὶ μητρόπολιν συνέβαινεν εἶναι τὴν Ἁλικαρνασσόν, ἔχουσαν ἀκρόπολιν ἀξιόλογον καὶ τὰ τῆς Καρίας βασίλεια, πρὸς δὲ τούτοις Ὀρόντης μὲν τῆς Μυσίας σατράπης, Αὐτοφραδάτης δὲ Λυδίας· τῶν δὲ Ἰώνων ἄνευΛύκιοί τε καὶ Πισίδαι καὶ Παμφύλιοι καὶ Κίλικες, ἔτι δὲ καὶ Σύροι καὶ Φοίνικες καὶ σχεδὸν πάντες οἱ παραθαλάσσιοι.
其中最著名的有弗里吉亚总督阿里奥巴尔赞斯(他自米特里达梯死后便掌控了其王国),以及统治着卡里亚并掌控着许多堡垒及名城的毛索洛斯(在这些城市中,哈利卡尔那索斯恰好是其中心和母邦,拥有雄伟的卫城和卡里亚的王宫)。 此外还有米西亚总督奥龙特斯、吕底亚总督奥托夫拉达特斯;而在伊奥尼亚人之外,还有吕基亚人、皮西迪亚人、潘菲利亚人和基利家人,甚至还有叙利亚人、腓尼基人,以及几乎所有的沿海居民。
§15.90.4τηλικαύτης δʼ οὔσης ἀποστάσεως, τὸ μὲν ἥμισυ τῶν προσόδων τῷ βασιλεῖ κατελέλυτο, τὸ δὲ λοιπὸν οὐχ ἱκανὸν ἦν εἰς τὰς τοῦ πολέμου χρείας.
在这场如此巨大的叛乱下,国王一半的收入已被切断,而剩下的一半也不足以应付战争的需要。

词汇与语法注释

  1. §15.90.1ἐπὶ δὲ τούτων — 指前句中提到的雅典执政官(莫隆)和罗马执政官(格努基乌斯与塞维里乌斯)的任期。指示代词 τούτων(属格复数)指代这些官职人员。
  2. §15.90.2διὰ τὸ τοὺς Μεσσηνίους ... κατατετάχθαι — 介词 διά 加上中性冠词 τό 引导一个名词化的不定式从句表示原因。该完成时被动不定式 κατατετάχθαι 的逻辑主语是宾格的 τοὺς Μεσσηνίους。
  3. §15.90.3ὧν — 属格复数的关系代词,其先行词是前文的“总督与将领们”(σατράπας καὶ στρατηγούς)。它作为部分属格,修饰随后列出的一系列人物(Ariobarzanes, Mausolus 等)。
  4. §15.90.3τῶν δὲ Ἰώνων ἄνευ — 介词后置(anastrophe)的一个例子,表示“除去、不包括”的介词 ἄνευ 置于其所支配的名词 τῶν Ἰώνων 之后。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.90.1-15.90.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.90.1-15.90.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。