§15.90.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μόλωνος ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Γενούκιος καὶ Κόιντος Σερουίλιος.
アテナイでモロンがアルコンのとき、ローマではルキウス・ゲヌキウスとクイントゥス・セルウィリウスが執政官に就任した。
ἐπὶ δὲ τούτων οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀσίας ἀπέστησαν ἀπὸ Περσῶν, καί τινες τῶν σατραπῶν καὶ στρατηγῶν ἐπαναστάντες πόλεμον ἐξήνεγκαν πρὸς Ἀρταξέρξην.
彼らの任期中、アジアの沿岸部に住む人々がペルシア人から離反し、一部のサトラップや将軍たちも蜂起してアルタクセルクセスに対して戦争を起こした。
§15.90.2ὁμοίως δὲ τούτοις καὶ Ταχὼς ὁ βασιλεὺς τῶν Αἰγυπτίων κρίνας πολεμεῖν τοῖς Πέρσαις, ναῦς τε κατεσκεύασε καὶ πεζὰς δυνάμεις ἤθροισεν.
彼らと同様に、エジプトの王タコスもペルシア人と戦うことを決意し、船を建造し、歩兵部隊を集めた。
πολλοὺς δὲ ξενολογήσας ἐκ τῶν Ἑλληνίδων πόλεων ἔπεισε καὶ Λακεδαιμονίους συμμαχεῖν·
彼はギリシアの諸都市から多くの傭兵を募ると、ラケダイモン人をも説得して同盟を結ばせた。
οἱ γὰρ Σπαρτιᾶται πρὸς Ἀρταξέρξην ἀλλοτρίως εἶχον διὰ τὸ τοὺς Μεσσηνίους ὁμοίως τοῖς ἄλλοις Ἕλλησιν ὑπὸ τοῦ βασιλέως εἰς τὴν κοινὴν εἰρήνην κατατετάχθαι.
というのも、スパルタ人は、メッセニア人が他のギリシア人と同様に王によって共同の平和に組み入れられたことのために、アルタクセルクセスに対して敵意を抱いていたからである。
τηλικαύτης δὲ συνδρομῆς κατὰ τῶν Περσῶν γενομένης, καὶ ὁ βασιλεὺς παρεσκευάζετο τὰ πρὸς τὸν πόλεμον.
ペルシア人に対するこのような大規模な結託が生じたので、王も戦争の準備を進めた。
§15.90.3ὑπὸ γὰρ τὸν αὐτὸν καιρὸν ἔδει πρός τε τὸν τῶν Αἰγυπτίων βασιλέα πολεμεῖν καὶ πρὸς τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις καὶ Λακεδαιμονίους καὶ τοὺς τούτων συμμάχους σατράπας καὶ στρατηγούς, τοὺς ἄρχοντας μὲν τῶν παραθαλαττίων τόπων, συντεθειμένους δὲ κοινοπραγίαν·
ほぼ同じ時期に、王はエジプトの王とも、アジアのギリシア諸都市、ラケダイモン人、および彼らの同盟者であるサトラップや将軍たち(彼らは沿岸地方の支配者であり、共同の行動を誓い合っていた)とも戦わねばならなかったからである。
ὧν ἦσαν ἐπιφανέστατοι Ἀριοβαρζάνης μὲν ὁ τῆς Φρυγίας σατράπης, ὃς καὶ Μιθριδάτου τελευτήσαντος τῆς τούτου βασιλείας κεκυριευκὼς ἦν, Μαύσωλος δὲ Καρίας δυναστεύων καὶ πολλῶν ἐρυμάτων καὶ πόλεων ἀξιολόγων κυριεύων, ὧν ἑστίαν καὶ μητρόπολιν συνέβαινεν εἶναι τὴν Ἁλικαρνασσόν, ἔχουσαν ἀκρόπολιν ἀξιόλογον καὶ τὰ τῆς Καρίας βασίλεια, πρὸς δὲ τούτοις Ὀρόντης μὲν τῆς Μυσίας σατράπης, Αὐτοφραδάτης δὲ Λυδίας·
彼らのうちで最も著名な者は、フリュギアのサトラップであるアリオバルザネス(彼はミトリダテスが死んだ後、その領地を支配していた)であり、またカリアの支配者であって、多くの要塞や名高い都市を支配していたマウソロス(これらの都市の中心であり母都市であったのが、優れたアクロポリスとカリアの宮殿を擁するハリカルナッソスであった)であった。
τῶν δὲ Ἰώνων ἄνευΛύκιοί τε καὶ Πισίδαι καὶ Παμφύλιοι καὶ Κίλικες, ἔτι δὲ καὶ Σύροι καὶ Φοίνικες καὶ σχεδὸν πάντες οἱ παραθαλάσσιοι.
これらに加えて、ミュシアのサトラップであるオロンテス、リュディアのオートフラダテスがおり、さらにイオニア人を除いても、リュキア人、ピシディア人、パンフュリア人、キリキア人、さらにはシリア人やフェニキア人、そしてほぼすべての沿岸住民が加わっていた。
§15.90.4τηλικαύτης δʼ οὔσης ἀποστάσεως, τὸ μὲν ἥμισυ τῶν προσόδων τῷ βασιλεῖ κατελέλυτο, τὸ δὲ λοιπὸν οὐχ ἱκανὸν ἦν εἰς τὰς τοῦ πολέμου χρείας.
これほど大規模な反乱であったため、王への歳入の半分は途絶え、残りの半分も戦争の必要経費には十分でなかった。