Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.88.1-15.88.4

伊巴密浓达的赞辞与底比斯霸权的终结

第 500 段,共 723 段 · 希腊语

内容简介

作者高度赞美了伊巴密浓达卓越的美德,将其与同时代及过去的杰出领袖进行对比,并指出他的逝世导致了底比斯霸权的丧失与国家的衰落。

§15.88.1ἡμεῖς δʼ εἰωθότες ταῖς τῶν ἀγαθῶν ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον, οὐδαμῶς ἁρμόττον ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον.
我们既然习惯于对善人的逝世奉上我们特有的赞辞,就绝不认为在对如此伟大人物的逝世不加阐发的情况下便忽略过去是妥当的。
δοκεῖ γάρ μοι μὴ μόνον τοὺς καθʼ ἑαυτὸν ὑπερβάλλειν τῇ στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ.
因为在我看来,他不仅在统帅的智慧与经验上超越了同时代的人,而且在公正与宽宏大量上也同样胜过他们。
§15.88.2κατὰ μὲν γὰρ τὴν ἡλικίαν τὴν τούτου γεγόνασιν ἄνδρες ἐπιφανεῖς Πελοπίδας τε Θηβαῖος καὶ Τιμόθεος καὶ Κόνων, ἔτι δὲ Χαβρίας καὶ Ἰφικράτης οἱ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀγησίλαος ὁ Σπαρτιάτης, βραχὺ τοῖς χρόνοις προτερῶν· ἐν δὲ τοῖς πρὸ τοῦ χρόνοις, ἐπὶ τῶν Μηδικῶν καὶ πρὸ τῶν Περσικῶν καιρῶν, Σόλων καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης, ἔτι δὲ Κίμων καὶ Μυρωνίδης καὶ Περικλῆς καί τινες ἕτεροι παρὰ τοῖς Ἀθηναίοις, κατὰ δὲ τὴν Σικελίαν Γέλων ὁ Δεινομένους καί τινες ἕτεροι.
在他的时代,曾出现过一些杰出的人物,如底比斯人佩洛皮达斯、蒂莫西乌斯和科农,还有雅典人哈布里亚斯和伊菲克拉特斯,此外还有在时间上稍微靠前的斯巴达人阿格西劳斯;而在先前的时代中,在希波战争期间以及波斯时代之前,有梭伦、地米斯托克利和米太亚德,还有奇蒙、迈罗尼德斯和伯里克利,以及雅典人中的其他一些人,而在西西里,则有戴诺美奈斯之子盖隆和其他一些人。
§15.88.3ἀλλʼ ὅμως εἴ τις συγκρίναι τὰς τούτων ἀρετὰς τῇ Ἐπαμεινώνδου στρατηγίᾳ τε καὶ δόξῃ, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν Ἐπαμεινώνδαν ἀρετήν.
然而,如果有人将这些人的美德与伊巴密浓达的统帅才能及声望进行对比,便会发现伊巴密浓达的美德远远超出他们。
παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἓν ἂν εὕροι προτέρημα τῆς δόξης, παρὰ δὲ τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας.
因为在其他每个人身上,也许只能发现其名望中的某一项优势,但在他身上却汇聚了所有的美德。
καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς δὲ τούτοις ψυχῆς λαμπρότητι καὶ μισαργυρίᾳ καὶ ἐπιεικείᾳ, καὶ τὸ μέγιστον, ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει πολὺ διήνεγκε πάντων.
事实上,无论是在身体的力量还是言辞的雄辩上,此外在心灵的光辉、廉洁和公正上,以及最伟大的——在勇气和统帅的智慧上,他都远远超越了所有人。
§15.88.4τοιγαροῦν ἡ πατρὶς αὐτοῦ ζῶντος μὲν ἐκτήσατο τὴν ἡγεμονίαν τῆς Ἑλλάδος, τελευτήσαντος δὲ ταύτης ἐστερήθη καὶ τῆς ἐπὶ τὸ χεῖρον ἀεὶ μεταβολῆς ἐπειράθη, καὶ πέρας διὰ τὴν ἀφροσύνην τῶν ἡγουμένων ἀνδραποδισμοῦ καὶ κατασκαφῆς ἔλαβε πεῖραν.
因此,他的祖国在他活着的时候获得了全希腊的霸权,但他死后,这霸权便被剥夺,并经历了日益恶化的转变,最终由于领导者的愚蠢,尝到了被奴役和被摧毁的命运。
Ἐπαμεινώνδας μὲν οὖν παρὰ πᾶσι περιβόητον ἔχων τὴν ἀρετήν, τοιαύτης ἔτυχε καταστροφῆς τοῦ βίου.
伊巴密浓达,因其美德而名扬天下,就这样结束了他的一生。

词汇与语法注释

  1. 15.88.1ἡμεῖς δʼ εἰωθότες — 分词 `εἰωθότες` 与主句动词 `ἡγούμεθα` 的主语 `ἡμεῖς` 一致,起原因或情况性的限定作用。这是历史学家在阐述其撰写常规时的公式化表达,为整句设定了前提。
  2. 15.88.1παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον — 形容词 `ἀνεπισήμαντον` 作为 `τὴν τελευτήν` 的谓语性修饰语(宾语补足语),意为“使该逝世在未受瞩目的状态下而被忽略过去”。整个不定式短语 `παραδραμεῖν...` 作为由中性分词 `οὐδαμῶς ἁρμόττον [εἶναι]` 引导的间接陈述的实质主语或宾语。
  3. 15.88.3εἴ τις συγκρίναι ... πολὺ ἂν προέχουσαν εὕροι — 手稿中存在 `συγκρίναι`(祈愿式)与 `συγκρίνει`(现在直陈式)的异读。为了与归结句中带 `ἄν` 的祈愿式 `ἂν εὕροι`(表示潜能/可能)相呼应,条件从句中的动词应理解为祈愿式 `συγκρίναι`,从而构成未来较不明确条件句(潜在条件)。分词 `προέχουσαν` 用作动词 `εὕροι` 的宾语补足语(补充性分词)。
  4. 15.88.4αὐτοῦ ζῶντος / τελευτήσαντος — 此两处均为属格独立结构。前者使用现在分词 `ζῶντος` 表示持续时间(“当他活着的时候”),后者使用不定过去时分词 `τελευτήσαντος`(省略了主语 `αὐτοῦ`)表示发生在主句动作之前的动作(“当他死后”)。通过 `μέν... δέ` 的对比,突出了伊巴密浓达生前与死后其祖国命运的戏剧性转变。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.88.1-15.88.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.88.1-15.88.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。