Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.82.1-15.82.6

阿卡迪亚内乱与伊帕密浓达突袭斯巴达

第 494 段,共 723 段 · 希腊语

内容简介

阿卡迪亚联盟内部因奥林匹亚神庙财产问题产生冲突,分裂为特格亚派(与波奥蒂亚结盟)和曼提尼亚派(与雅典、斯巴达结盟)并爆发战争。伊帕密浓达企图趁防务空虚夜袭斯巴达,但被斯巴达国王阿吉斯察觉并提前预警。

§15.82.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Χαρικλείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Σέξτιος Λατερίας.
这一年过去后,哈里克里德斯在雅典担任执政官,而在罗马,卢基乌斯·埃米利乌斯·马梅尔库斯和卢基乌斯·塞克斯蒂乌斯·拉特拉努斯被任命为执政官。
ἐπὶ δὲ τούτων Ἀρκάδες μετὰ Πισαίων κοινῇ τεθεικότες ὑπῆρχον τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ ἐκυρίευον τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ χρημάτων.
在他们任内,阿卡迪亚人与皮萨人共同举办了奥林匹克竞技会,并控制了神庙及其中的财富。
τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων ἔσπευδον οἱ παρανομήσαντες διακατέχειν τὸν πρὸς Ἠλείους πόλεμον, ἵνα μὴ δῶσιν ἐν εἰρήνῃ λόγον τῶν ἀναλωθέντων.
然而,由于曼提尼亚人用他们自己的资源承担了不下少数的献纳物,那些违法之人便急于维持与伊利斯人的战争,以免在和平时期交代所消费资产的账目。
§15.82.2τῶν δὲ ἄλλων Ἀρκάδων βουλομένων συνθέσθαι τὴν εἰρήνην, στάσεις ἐκίνησαν πρὸς τοὺς ὁμοεθνεῖς.
在其他阿卡迪亚人希望缔结和平之时,他们却在同胞中挑起了内讧。
γενομένων οὖν δυεῖν ἑταιριῶν, συνέβαινε τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι.
于是,当两个派系形成时,结果是由特格亚人领导其中一派,而由曼提尼亚人领导另一派。
§15.82.3ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξηθείσης εἰς τὴν διὰ τῶν ὅπλων κρίσιν κατήντησαν, καὶ Τεγεᾶται μὲν πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν ἑαυτοῖς βοηθεῖν, οἱ δὲ Βοιωτοὶ στρατηγὸν ἐπιστήσαντες Ἐπαμεινώνδαν καὶ δύναμιν ἀξιόλογον δόντες ἐξαπέστειλαν βοηθῆσαι τοῖς Τεγεάταις.
随着争端极大加剧,他们最终诉诸武力解决;特格亚人向波奥蒂亚人派遣使节,说服他们前来相助,而波奥蒂亚人则任命伊帕密浓达为将军,并给予他一支显著的军队,派遣他去援助特格亚人。
§15.82.4οἱ δὲ Μαντινεῖς τὴν ἐκ τῆς Βοιωτίας δύναμιν καὶ τὴν Ἐπαμεινώνδου δόξαν καταπλαγέντες, πρὸς τοὺς ἐχθροτάτους τῶν Βοιωτῶν Ἀθηναίους καὶ Λακεδαιμονίους πρέσβεις ἐκπέμψαντες ἔπεισαν συμμαχεῖν.
曼提尼亚人对来自波奥蒂亚的军队和伊帕密浓达的名声感到惊恐,便向波奥蒂亚人最凶恶的敌人雅典人和拉刻代蒙人派遣使节,说服他们结盟。
ὧν ἀμφοτέρων ἁδρὰς δυνάμεις ταχέως ἀποστειλάντων, ἀγῶνες πολλοὶ καὶ μεγάλοι κατὰ τὴν Πελοπόννησον συνέστησαν.
由于双方都迅速派遣了强大的军队,伯罗奔尼撒半岛上随即爆发了许多巨大的冲突。
§15.82.5εὐθὺς οὖν Λακεδαιμόνιοι μὲν πλησίον οἰκοῦντες ἐστράτευσαν εἰς τὴν Ἀρκαδίαν, Ἐπαμεινώνδας δὲ κατὰ τοῦτον τὸν καιρὸν μετὰ τῆς δυνάμεως προϊὼν καὶ τῆς Μαντινείας οὐ μακρὰν ἀπέχων ἐπύθετο παρὰ τῶν ἐγχωρίων, ὅτι Λακεδαιμόνιοι πανδημεὶ πορθοῦσι τὴν τῶν Τεγεατῶν χώραν.
因此,居住在附近的拉刻代蒙人立刻出兵攻入阿卡迪亚,而此时伊帕密浓达正率军前进,在距离曼提尼亚不远的地方,他从当地人那里得知拉刻代蒙人已倾巢出动去蹂躏特格亚人的土地。
§15.82.6ὑπολαβὼν οὖν ἔρημον εἶναι στρατιωτῶν τὴν Σπάρτην, ἐπεβάλετο μὲν μέγα τι πρᾶξαι, τὴν δὲ τύχην ἔσχεν ἀντιπράττουσαν.
于是,他推测斯巴达城内防务空虚,便企图干一番大事,但命运却与他作对。
αὐτὸς μὲν γὰρ νυκτὸς ὥρμησεν ἐπὶ τὴν Σπάρτην, ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων Ἆγις ὑποπτεύσας τὴν ἀγχίνοιαν τὴν Ἐπαμεινώνδου κατεστοχάσατο μὲν τὸ μέλλον ἐμφρόνως, ἐξέπεμψε δέ τινας Κρῆτας ἡμεροδρόμους, διʼ ὧν καταταχήσας τὸν Ἐπαμεινώνδαν τοῖς ἀπολελειμμένοις ἐν τῇ Σπάρτῃ ἐδήλωσε, διότι Βοιωτοὶ συντόμως ἥξουσιν ἐπὶ τὴν Λακεδαίμονα πορθήσοντες τὴν πόλιν, αὐτὸς δʼ ὡς ἂν τάχιστα δύναιτο μετὰ τῆς δυνάμεως ἥξει βοηθήσων τῇ πατρίδι.
他亲自在夜间向斯巴达进军,但拉刻代蒙人的国王阿吉斯察觉到了伊帕密浓达的机智,英明地预料到了未来的局势,并派遣了几个克里特速递员,通过他们超越了伊帕密浓达,向留守斯巴达的人通报说,波奥蒂亚人很快就会来到拉刻代蒙蹂躏这座城市,而他自己也会率军尽其所能最快地赶来解救祖国。
ἐκέλευεν οὖν τοῖς ἐν τῇ Σπάρτῃ παραφυλάττειν τὴν πόλιν μηδὲν καταπεπληγμένους· ταχὺ γὰρ αὐτὸν ἐπιφανέντα βοηθήσειν.
因此,他命令斯巴达城内的人坚守城市,切勿惊慌;因为他很快就会亲自出现并提供援助。

词汇与语法注释

  1. 15.82.1τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων — 独立属格结构。动词 `ἀναλαβόντων` 在此意为“承担”或“代付”。指曼提尼亚人反对挪用神庙圣财,选择从他们自己的私有资产(`ἰδίους βίους`)中承担雇佣兵等费用。这加剧了他们与已经贪污神庙财产的其他阿卡迪亚领导人(`οἱ παρανομήσαντες`)之间的冲突。
  2. 15.82.2τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι — 此处省略了名词 `ἑταιρίας`,属格形式 `τῆς μὲν ... τῆς δὲ ...` 用作动词 `ἡγεῖσθαι`(领导、率领)所支配的属格宾语。整体构成对比结构,即“(两派之中)一派由特格亚人领导,另一派由曼提尼亚人领导”。
  3. 15.82.6καταταχήσας τὸν Ἐπαμεινώνδαν — 复合动词 `καταταχέω`(跑得比……快、超越)的不定过去时分词。表示使者的速度超过了伊帕密浓达的进军速度并提前抵达斯巴达,其后直接接对格目的语 `τὸν Ἐπαμεινώνδαν`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.82.1-15.82.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.82.1-15.82.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。