§15.81.1οἱ δὲ Θηβαῖοι περιβόητον νίκην ἀπενηνεγμένοι, πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττᾶσθαι διὰ τὴν Πελοπίδου τελευτήν· ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα, κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρχειν τῆς Πελοπίδου ζωῆς.
底比斯人虽然赢得了闻名遐迩的胜利,却对所有人声称,由于佩洛皮达斯的牺牲,他们实际上失败了;因为失去了一位如此杰出的人物,他们理所当然地认为,这场胜利的分量不及佩洛皮达斯的生命。
πολλὰς γὰρ καὶ μεγάλας χρείας παρέσχετο τῇ πατρίδι, πλεῖστον δὲ συνεβάλετο πρὸς τὴν τῶν Θηβαίων αὔξησιν.
因为他对祖国做出了许多巨大的贡献,并对底比斯的壮大起到了最大的促进作用。
ἐν γὰρ τῇ τῶν φυγάδων κατηλύσει, καθʼ ἣν ἀνεκτήσαντο τὴν Καδμείαν, ὡμολογημένως ἅπαντες τούτῳ τὸ πρωτεῖον τοῦ κατορθώματος ἀπονέμουσιν.
事实上,在流亡者的归还、即他们夺回卡德摩斯之役中,众人一致将这一伟业的首功归于他。
τὴν δʼ εὐημερίαν ταύτην συνέβη πάντων τῶν ὕστερον γενομένων ἀγαθῶν αἰτίαν γενέσθαι.
而这一成功也成为了此后发生的一切幸事的源头。
§15.81.2ἐν δὲ τῇ περὶ Τεγύραν μάχῃ μόνος Πελοπίδας τῶν βοιωταρχῶν ἐνίκησε τοὺς Λακεδαιμονίους, πλεῖστον ἰσχύοντας τῶν Ἑλλήνων, ὅτε διὰ τὸ μέγεθος τῆς νίκης πρῶτον ἔστησαν Θηβαῖοι τρόπαιον κατὰ Λακεδαιμονίων.
在泰吉拉战役中,玻奥塔尔科斯中唯有佩洛皮达斯击败了当时在希腊人中势力最强的拉刻代蒙人,由于这次胜利的伟大,底比斯人首次树立了针对拉刻代蒙人的战胜纪念碑。
κατὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἡγήσατο τοῦ ἱεροῦ λόχου, μεθʼ οὗ προεμβαλὼν τοῖς Σπαρτιάταις ἀρχηγὸς ἐγένετο τῆς νίκης.
在留克特拉战役中,他率领神圣队,并随该队率先冲向斯巴达人,成为了胜利的主导者。
ἐν δὲ ταῖς ἐπὶ Λακεδαίμονα στρατείαις ἑπτὰ μὲν ἡγήσατο μυριάδων, πρὸς αὐτῇ δὲ τῇ Σπάρτῃ τρόπαιον ἔστησε κατὰ τῶν Λακεδαιμονίων τῶν πάντα τὸν πρὸ τοῦ χρόνον ἀπορθήτων γεγενημένων.
在对拉刻代蒙的远征中,他统领了七万大军,并在斯巴达城下树立了针对拉刻代蒙人的战胜纪念碑,而拉刻代蒙人在那之前的所有时间里从未被攻破过。
§15.81.3πρὸς δὲ τὸν Περσῶν βασιλέα πρεσβεύσας ἐν ταῖς κοιναῖς ὁμολογίαις τὴν Μεσσήνην κατʼ ἰδίαν παρέλαβεν, ἣν ἀνάστατον οὖσαν ἔτη τριακόσια Θηβαῖοι πάλιν ἀποκατέστησαν.
他作为使节出使波斯国王,在共同条约中为底比斯争取到了梅塞内,该地曾荒废了三百年之久,而底比斯人使其得以重建。
ἐπὶ τελευτῆς δὲ διαγωνισάμενος πρὸς Ἀλέξανδρον ἔχοντα πολλαπλασίονα δύναμιν οὐ μόνον ἐπιφανῶς ἐνίκησεν, ἀλλὰ καὶ τὸν θάνατον ἔσχεν ἐπʼ ἀρετῇ περιβόητον.
在生命临近终结时,他与拥有数倍于己方兵力的亚历山大交战,不仅取得了辉煌的胜利,而且因其英勇而获得了名垂青史的死。
§15.81.4πρὸς δὲ τοὺς πολίτας οὕτω καλῶς διετέθη, ὥστε ἀπὸ τῆς εἰς τὰς Θήβας καθόδου τῶν φυγάδων μέχρι τῆς ἑαυτοῦ τελευτῆς βοιωταρχῶν πάντα τὸν χρόνον διετέλεσε, μηδενὸς ἄλλου τῶν πολιτῶν ταύτης ἠξιωμένου τῆς τιμῆς.
他对公民们态度极其和善,以至于从流亡者回到底比斯直至他去世,他一直担任玻奥塔尔科斯,没有任何其他公民获得过这一荣誉。
Πελοπίδας μὲν οὖν, διὰ τὴν ἰδίαν ἀρετὴν ὑπὸ πάντων ἀποδοχῆς ἠξιωμένος, ἐχέτω καὶ παρʼ ἡμῶν τὸν διὰ τῆς ἱστορίας ἔπαινον.
因此,佩洛皮达斯因其自身的德行而赢得了所有人的推崇,愿他也从我们这里获得通过历史所传达的赞颂。
§15.81.5κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κλέαρχος, τὸ γένος ὢν ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ, ἐπέθετο τυραννίδι·
在同一时期,出生于本都的赫拉克利亚的克雷阿尔科斯企图夺取僭主之位。
κρατήσας δὲ τῆς ἐπιβολῆς ἐζήλωσε μὲν τὴν διαγωγὴν τὴν Διονυσίου τοῦ Συρακοσίων τυράννου, τυραννεύσας δὲ τῶν Ἡρακλεωτῶν ἐπιφανῶς ἦρξεν ἔτη δώδεκα.
在阴谋得逞后,他效仿了叙拉古僭主狄奥尼修斯的生活方式,并对赫拉克利亚人实行僭主统治,显赫地统治了十二年。
§15.81.6ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ Ἀθηναίων στρατηγὸς ἔχων δύναμιν πεζήν τε καὶ ναυτικὴν Τορώνην μὲν καὶ Ποτίδαιαν πολιορκήσας εἷλε, Κυζικηνοῖς δὲ πολιορκουμένοις ἐβοήθησεν.
在这些事情进行的同时,雅典将领蒂莫修斯率领陆军和海军,包围并攻占了托罗内和波提狄亚,并救援了被围困的基齐库斯人。