§15.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χίωνος ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν Κόιντος Σερουίλιος καὶ Γάιος Οὐετόριος καὶ Αὖλος Κορνήλιος, πρὸς δὲ τούτοις Μάρκος Κορνήλιος καὶ Μάρκος Φάβιος.
当雅典的执政官为奇翁时,在罗马,人们设立了军事论坛官以代替执政官:昆图斯·塞维里乌斯、盖乌斯·维图里乌斯和奥卢斯·科尔内利乌斯,此外还有马可·科尔内利乌斯和马可·法比乌斯。
ἐπὶ δὲ τούτων εἰρήνης οὔσης κατὰ πᾶσαν τὴν Ἑλλάδα, πάλιν ἀρχαὶ πολέμων συνέστησάν τισι τῶν πόλεων καὶ νεωτέρων πραγμάτων καινοτομία παράλογος.
在他们任内,尽管全希腊都处于和平状态,但一些城市之间再次产生了战争的端倪,并出现了出人意料的政变企图。
οἱ γὰρ τῶν Ἀρκάδων φυγάδες ὁρμηθέντες ἐξ Ἤλιδος κατελάβοντο τῆς ὀνομαζομένης Τριφυλίας χωρίον ὀχυρόν, ὃ προσηγόρευται Λασίων.
因为从埃利斯出发的阿卡迪亚流亡者占领了被称为三菲利亚地区的一处坚固据点,该据点被称为拉西翁。
§15.77.2ἐκ πολλῶν δὲ χρόνων περὶ τῆς Τριφυλίας ἠμφεσβήτουν Ἀρκάδες καὶ Ἠλεῖοι, καὶ κατὰ τὰς ἑκατέρων ἐν ταῖς μεταβολαῖς ὑπεροχὰς ἐναλλὰξ ἐκυρίευον τῆς χώρας· κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Ἀρκάδων κρατούντων τὴν Τριφυλίαν, προφάσει τῶν φυγάδων ἀφῃροῦντο ταύτην τῶν Ἀρκάδων οἱ Ἠλεῖοι.
长期以来,阿卡迪亚人和埃利斯人一直为三菲利亚而争端不断,并随着双方局势消长的优劣而轮流统治该地区;但在当前所讨论的时期,虽然阿卡迪亚人控制着三菲利亚,但埃利斯人以流亡者为借口,企图从阿卡迪亚人手中夺取它。
§15.77.3διὸ καὶ παροξυνθέντες οἱ Ἀρκάδες τὸ μὲν πρῶτον πρέσβεις ἐξαποστείλαντες ἀπῄτουν τὸ χωρίον· ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχε, μετεπέμψαντο παρʼ Ἀθηναίων συμμαχίαν καὶ μετὰ ταύτης ἐστράτευσαν ἐπὶ τὸν Λασίωνα.
因此,被激怒的阿卡迪亚人起初派遣使者要求归还该据点;但由于无人理睬他们,他们便向雅典人请求结盟,并同盟军一起远征拉西翁。
τῶν δὲ Ἠλείων βοηθησάντων τοῖς φυγάσιν ἐγένετο μάχη πλησίον τοῦ Λασίωνος, καὶ τῶν Ἀρκάδων πολλαπλασίων ὄντων ἡττήθησαν Ἠλεῖοι καὶ πλείους τῶν διακοσίων στρατιωτῶν ἀπέβαλον.
在埃利斯人援助流亡者时,拉西翁附近发生了一场战斗,由于阿卡迪亚人的人数占绝对优势,埃利斯人战败并损失了二百多名士兵。
§15.77.4ταύτης δὲ ἀρχῆς τοῦ πολέμου γενομένης συνέβη τὴν διαφορὰν ἐπὶ πλέον προβῆναι τοῖς Ἀρκάσι καὶ τοῖς Ἠλείοις· εὐθὺς γὰρ οἱ μὲν Ἀρκάδες μετεωρισθέντες τῷ προτερήματι ἐστράτευσαν ἐπὶ τὴν Ἠλείαν, καὶ εἷλον πόλεις Μάργανα καὶ Κρόνιον, ἔτι δὲ Κυπαρισσίαν καὶ Κορυφάσιον.
随着这场战争的开始,阿卡迪亚人与埃利斯人之间的争端进一步加剧;因为阿卡迪亚人立时因这一胜利而士气高涨,向埃利斯地区发起远征,并攻占了马尔加纳、克罗尼翁,以及基帕里西亚和科里法西翁等城市。
§15.77.5—ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Μακεδονίαν Πτολεμαῖος μὲν ὁ Ἀλωρίτης ἐδολοφονήθη ὑπὸ τἀδελφοῦ Περδίκκα, βασιλεύσας ἔτη τρία· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Περδίκκας ἐβασίλευσε τῆς Μακεδονίας ἔτη πέντε.
—在这些事情进行的同时,在马其顿,阿洛罗斯的托勒密在统治了三年之后,被他的兄弟佩尔迪卡斯阴谋杀害;而继承了统治权的佩尔迪卡斯统治了马其顿五年。