§15.76.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισόδωρος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὁ δῆμος τέσσαρας κατέστησε, Λεύκιον Φούριον, Παῦλον Μάλλιον, Σερούιον Σουλπίκιον, Σερούιον Κορνήλιον.
一年时间过去后,凯菲索多鲁斯在雅典担任执政官,而在罗马,民众设立了四名军事论坛官以代替执政官:卢修斯·富里乌斯、保卢斯·马利乌斯、塞尔维乌斯·苏尔皮基乌斯和塞尔维乌斯·科尔内利乌斯。
ἐπὶ δὲ τούτων Θεμίσων ὁ Ἐρετρίας τύραννος Ὠρωπὸν κατελάβετο.
在他们任内,埃雷特里亚的僭主塞米松占领了奥罗波斯。
ταύτην δὲ τὴν πόλιν οὖσαν Ἀθηναίων παραλόγως ἀπέβαλεν· τῶν γὰρ Ἀθηναίων στρατευσάντων ἐπʼ αὐτὸν καὶ πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, οἱ Θηβαῖοι βοηθήσαντες αὐτῷ καὶ παραλαβόντες ἐν παρακαταθήκῃ τὴν πόλιν οὐκ ἀπέδωκαν.
然而,他出乎意料地失去了这座本属于雅典人的城市;因为当雅典人对他发起远征并且在兵力上占有绝对优势时,底比斯人前来援助他,并以寄托的形式接管了这座城市,却拒绝予以归还。
§15.76.2—ἅμα δὲ τούτοις πραττομένοις Κῷοι μετῴκησαν εἰς τὴν νῦν οἰκουμένην πόλιν καὶ κατεσκεύασαν αὐτὴν ἀξιόλογον· πλῆθός τε γὰρ ἀνδρῶν εἰς ταύτην ἠθροίσθη καὶ τείχη πολυτελῆ κατεσκευάσθη καὶ λιμὴν ἀξιόλογος.
在这些事情进行的同时,科斯岛人迁入他们如今居住的城市,并将其建设成一座值得瞩目的城市;因为大量人口聚集于此,修建了宏伟的城墙,并建造了优良的港口。
ἀπὸ δὲ τούτων τῶν χρόνων αἰεὶ μᾶλλον ηὐξήθη προσόδοις τε δημοσίαις καὶ τοῖς τῶν ἰδιωτῶν πλούτοις, καὶ τὸ σύνολον ἐνάμιλλος ἐγένετο ταῖς πρωτευούσαις πόλεσιν.
从那时起,该城凭借公共收入和私人财富而日益壮大,整体上达到了与一流城市并驾齐驱的地位。
§15.76.3—ἅμα δὲ τούτοις πραττομένοις ὁ τῶν Περσῶν βασιλεὺς ἀποστείλας πρέσβεις ἔπεισε τοὺς Ἕλληνας τοὺς μὲν πολέμους καταλύσασθαι καὶ κοινὴν εἰρήνην συνθέσθαι πρὸς ἀλλήλους.
在这些事情进行的同时,波斯国王派遣使者,说服希腊人结束战争并相互缔结共同和平。
διόπερ ὅ τε Λακωνικὸσκαὶ Βοιωτικὸς κληθεὶς πόλεμος κατελύθη, πλείω μείνας ἐτῶν πέντε, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν Λευκτρικῶν.
因此,所谓的拉科尼亚与波奥蒂亚战争宣告结束,这场战争持续了五年以上,始于留克特拉战役。
§15.76.4ὑπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης Ἰσοκράτης τε ὁ ῥήτωρ καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, ἔτι δὲ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ὁ Ἀθηναῖος, ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ὁ τὰς ἱστορίας συγγραψάμενος ἐσχατόγηρως ὤν· μέμνηται γὰρ τῆς Ἐπαμεινώνδου τελευτῆς μετʼ ὀλίγον χρόνον γεγενημένης· Ἀρίστιππός τε καὶ Ἀντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ὁ Σωκρατικός.
在这一时期,也出现了一些在教养方面值得纪念的人物:修辞学家伊索克拉底及其弟子、哲学家亚里士多德,此外还有拉姆普萨库斯的阿纳克西美尼、雅典的柏拉图,以及毕达哥拉斯学派哲学家的最后一代传人,还有撰写历史的色诺芬(他当时已届极高之龄;因为他提到了此后不久发生的伊帕密浓达之死),以及阿里斯提波、安提斯泰尼,此外还有苏格拉底的弟子斯斐托斯的人埃斯基涅斯。