§15.76.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισόδωρος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὁ δῆμος τέσσαρας κατέστησε, Λεύκιον Φούριον, Παῦλον Μάλλιον, Σερούιον Σουλπίκιον, Σερούιον Κορνήλιον.
一年が経過すると、アテナイではケフィソドロスがアルコンとなり、ローマでは民衆が執政官に代えて四人の千人隊長を任命した。 すなわち、ルキウス・フリウス、パウルス・マッリウス、セロウイウス・スルピキウス、セロウイウス・コルネリウスである。
ἐπὶ δὲ τούτων Θεμίσων ὁ Ἐρετρίας τύραννος Ὠρωπὸν κατελάβετο.
彼らの任期中に、エレトリアの僭主テミソンがオロポスを占領した。
ταύτην δὲ τὴν πόλιν οὖσαν Ἀθηναίων παραλόγως ἀπέβαλεν·
だが、彼はアテナイのものであったこの都市を予期せぬ形で失った。
τῶν γὰρ Ἀθηναίων στρατευσάντων ἐπʼ αὐτὸν καὶ πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, οἱ Θηβαῖοι βοηθήσαντες αὐτῷ καὶ παραλαβόντες ἐν παρακαταθήκῃ τὴν πόλιν οὐκ ἀπέδωκαν.
というのも、アテナイ人が彼に対して遠征を行い、兵力で大きく上回っていたため、テバイ人が彼を支援し、その都市を預かりものとして受け取ったものの、それを返還しなかったからである。
§15.76.2—ἅμα δὲ τούτοις πραττομένοις Κῷοι μετῴκησαν εἰς τὴν νῦν οἰκουμένην πόλιν καὶ κατεσκεύασαν αὐτὴν ἀξιόλογον·
これらが実行されているのと同時に、コス島の人々は現在居住されている都市へと移住し、そこを注目に値する都市として建設した。
πλῆθός τε γὰρ ἀνδρῶν εἰς ταύτην ἠθροίσθη καὶ τείχη πολυτελῆ κατεσκευάσθη καὶ λιμὴν ἀξιόλογος.
多くの人々がこの都市に集まり、壮麗な城壁が築かれ、立派な港が造られたからである。
ἀπὸ δὲ τούτων τῶν χρόνων αἰεὶ μᾶλλον ηὐξήθη προσόδοις τε δημοσίαις καὶ τοῖς τῶν ἰδιωτῶν πλούτοις, καὶ τὸ σύνολον ἐνάμιλλος ἐγένετο ταῖς πρωτευούσαις πόλεσιν.
この時代から、この都市は公的な収入と個人の富によって常に成長を遂げ、全体として主要な都市に匹敵するものとなった。
§15.76.3—ἅμα δὲ τούτοις πραττομένοις ὁ τῶν Περσῶν βασιλεὺς ἀποστείλας πρέσβεις ἔπεισε τοὺς Ἕλληνας τοὺς μὲν πολέμους καταλύσασθαι καὶ κοινὴν εἰρήνην συνθέσθαι πρὸς ἀλλήλους.
これらが実行されているのと同時に、ペルシアの王は使節を派遣して、ギリシア人たちに戦争を終結させ、互いに共同平和を結ぶよう説得した。
διόπερ ὅ τε Λακωνικὸσκαὶ Βοιωτικὸς κληθεὶς πόλεμος κατελύθη, πλείω μείνας ἐτῶν πέντε, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν Λευκτρικῶν.
それゆえ、いわゆるラコニア・ボイオティア戦争は終結した。 これはレウクトラの戦いから始まって、五年以上続いていたものであった。
§15.76.4ὑπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης Ἰσοκράτης τε ὁ ῥήτωρ καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, ἔτι δὲ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ὁ Ἀθηναῖος, ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ὁ τὰς ἱστορίας συγγραψάμενος ἐσχατόγηρως ὤν·
また、この時代には教養において記憶に値する人々がいた。 すなわち、弁論家イソクラテスとその弟子となった人々、哲学者アリストテレス、さらにはランプサコスのアナクシメネス、アテナイのプラトン、さらにはピタゴラス派の哲学者の最後の者たち、歴史を執筆したクセノポン(彼は極めて高齢であった。
μέμνηται γὰρ τῆς Ἐπαμεινώνδου τελευτῆς μετʼ ὀλίγον χρόνον γεγενημένης· Ἀρίστιππός τε καὶ Ἀντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ὁ Σωκρατικός.
というのも、彼はそれから間もなくして起こったエパメイノンダスの死に言及しているからである)、アリスティッポス、アンティステネス、そしてこれらに加えてソクラテスの徒であるスフェトスのアイスキネスである。