Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.69.1-15.69.4

哈布里亚斯防守哥林多与击退敌军

第 481 段,共 723 段 · 希腊语

内容简介

叶帕梅农达斯在进攻特罗岑等地后进军哥林多,而雅典将军哈布里亚斯占领高地,成功阻击并击退了波奥提亚军队。

§15.69.1εὐθὺ δὲ ἐπὶ Τροιζῆνα καὶ Ἐπίδαυρον πορευθεὶς τὴν μὲν χώραν ἐδῄωσε, τῶν δὲ πόλεων οὐκ ἐδυνήθη κρατῆσαι διὰ τὸ φρουρὰς ἔχειν ἀξιολόγους, Σικυῶνα δὲ καὶ Φλιοῦντα καί τινας ἄλλας πόλεις καταπληξάμενος προσηγάγετο.
他立即向特罗岑和埃皮达鲁斯进军,虽然蹂躏了其领土,但由于这些城市有相当数量的守军守卫,他未能夺取它们;然而,他通过恐吓拉拢了锡基翁、弗利乌斯以及其他一些城市。
στρατεύσας δʼ ἐπὶ Κόρινθον, καὶ τῶν Κορινθίων ἐπεξελθόντων νικήσας μάχῃ, τούτους μὲν ἐντὸς τῶν τειχῶν συνεδίωξε, τῶν δὲ Βοιωτῶν διὰ τὴν εὐημερίαν μετεωρισθέντων, καί τινων προχείρως τολμησάντων διὰ τῆς πύλης εἰς τὴν πόλιν εἰσβιάζεσθαι, οἱ μὲν Κορίνθιοι δείσαντες ἐτράπησαν εἰς τὰς οἰκίας, Χαβρίας δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐμφρόνως ἅμα καὶ τεθαρρηκότως ὑποστὰς τοὺς μὲν ἐξέβαλεν ἐκ τῆς πόλεως, πολλοὺς δὲ τῶν Βοιωτῶν κατέβαλεν.
在对哥林多发动战争时,他击败了出击的哥林多兵并将其逼入城墙之内;但由于波奥提亚人因胜利而得意忘形,其中一些人贸然企图穿过城门强行攻入城内,哥林多人因恐惧而逃回各自的家中,而雅典人的将军哈布里亚斯则既明智又勇敢地挺身抵抗,将其中一些人驱逐出城,并击杀了许多波奥提亚人。
§15.69.2γενομένης δὲ φιλοτιμίας, οἱ μὲν Βοιωτοὶ πᾶσαν τὴν δύναμιν συντάξαντες ἐπῆγον ἐπὶ τὴν Κόρινθον καταπληκτικῶς, ὁ δὲ Χαβρίας ἀναλαβὼν τοὺς Ἀθηναίους προῆγεν ἐκ τῆς πόλεως, καὶ καταλαβόμενος τοὺς ὑπερδεξίους τόπους ὑπέστη τὴν τῶν πολεμίων ἔφοδον.
在激起竞争心之际,波奥提亚人整顿全部兵力,以可怕的势头向哥林多进军,而哈布里亚斯则带领雅典人出城,占领了高地并迎击敌人的进攻。
§15.69.3οἱ μὲν οὖν Βοιωτοί, πεποιθότες ταῖς τῶν σωμάτων ῥώμαις καὶ ταῖς ἐν τοῖς συνεχέσι πολέμοις ἐμπειρίαις, τῇ βίᾳ τοὺς Ἀθηναίους ἤλπιζον χειρώσασθαι, οἱ δὲ περὶ τὸν Χαβρίαν ἐκ τόπων ὑπερδεξίων ἀγωνιζόμενοι, καὶ πολλῶν ἐκ τῆς πόλεως χορηγουμένων, οὓς μὲν ἀνῄρουν τῶν βιαζομένων, τοὺς δὲ κατετίτρωσκον.
于是,波奥提亚人凭借其强健的体魄和在接连战争中积累的经验,希望凭借武力压制雅典人,而哈布里亚斯及其部下则从高地进行战斗,并且由于城内源源不断地供给许多物资,他们击杀了部分强攻的敌人,并击伤了其他人。
§15.69.4οἱ δὲ Βοιωτοί, πολλὰ μὲν κακοπαθήσαντες, οὐδὲν δὲ πρᾶξαι δυνάμενοι, τὴν ἀναχώρησιν ἐποιήσαντο.
波奥提亚人遭受了惨重的损失,且无法取得任何成果,于是实行了撤退。
Χαβρίας μὲν οὖν ἐπὶ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει θαυμασθεὶς τοῦτον τὸν τρόπον ἀπετρίψατο τοὺς πολεμίους.
就这样,哈布里亚斯因其英勇和军事才能而备受赞誉,并以这种方式击退了敌人。

词汇与语法注释

  1. §15.69.1τῶν δὲ πόλεων — 该属格作为及物动词 `κρατῆσαι`(占领)的宾语。后续不定式 `ἔχειν` 的逻辑主语(宾格形式的 `τὰς πόλεις`)从该词中省略并需进行补充。
  2. §15.69.1τῶν Κορινθίων ἐπεξελθόντων — 属格独立分词结构,表示时间或环境背景(“当哥林多人出击时”)。名词 `τῶν Κορινθίων` 在语境中也兼作分词 `νικήσας` 的实质宾语。
  3. §15.69.1τῶν δὲ Βοιωτῶν... μετεωρισθέντων — 两个属格独立分词结构 `τῶν δὲ Βοιωτῶν... μετεωρισθέντων` 与 `καί τινων... τολμησάντων` 由 `καί` 连接,用以说明后文主句(`οἱ μὲν Κορίνθιοι... ἐτράπησαν`)发生的原因。
  4. §15.69.3πολλῶν ἐκ τῆς πόλεως χορηγουμένων — 属格独立分词结构。中性复数 `πολλῶν` 指代“许多东西”(如物资、武器或后援),与被动分词 `χορηγουμένων` 连用,说明各种防卫支持源源不断地从哥林多城内提供给雅典军队的有利局势。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.69.1-15.69.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.69.1-15.69.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。