Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.68.1-15.68.5

叶帕梅农达斯突破地峡防线进入伯罗奔尼撒

第 480 段,共 723 段 · 希腊语

内容简介

阿卡迪亚、阿尔戈斯和伊利斯的联盟与波奥提亚人联合,叶帕梅农达斯率军成功突破了雅典和斯巴达联军的防线,进入伯罗奔尼撒。

§15.68.1τούτων δὲ πραχθέντων Ἀρκάδες καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου.
这些事情发生后,阿卡迪亚人、阿尔戈斯人和伊利斯人达成一致,决定对拉刻代蒙人发动战争,并派使节前往波奥提亚人那里,说服他们参与这场战争。
οἱ δʼ Ἐπαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετʼ ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δʼ ἑξακοσίους.
后者则任命叶帕梅农达斯与其他波奥达克共同担任指挥官,派遣了七千步兵和六百骑兵。
Ἀθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Χαβρίαν.
雅典人得知波奥提亚军队正在前往伯罗奔尼撒,便派遣了一支部队,并任命哈布里亚斯为这支部队的将军。
§15.68.2οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρατόπεδον συνεστήσατο ἀνδρῶν μυρίων·
他抵达哥林多后,又增募了墨伽拉人、培勒涅人以及哥林多人的士兵,组建了一支一万人的军队。
μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγενομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐκ ἐλάττους δισμυρίων.
此后,随着拉刻代蒙人和其他盟友抵达哥林多,总兵力集结不少于两万人。
§15.68.3ἔδοξεν οὖν αὐτοῖς ὀχυρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς.
于是,他们决定加固通道,阻止波奥提亚人入侵伯罗奔尼撒。
ἀρξάμενοι δʼ ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον·
他们从肯克雷埃一直到莱哈翁开始动工,用栅栏和深壕将该地隔断。
ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες.
由于人手众多且人们热情高涨,工程进展迅速,他们在波奥提亚人赶到之前就将所有地方都加固完毕。
§15.68.4ὁ δʼ Ἐπαμεινώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθʼ ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προεκαλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τριπλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶντος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλʼ ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις.
叶帕梅农达斯率军抵达后进行了视察,发现拉刻代蒙人防守的地方是最容易突破的。 起初,他向数量几近己方三倍的敌军挑战,要求进行决战,但由于没有人敢走出要塞,而是全都依托防御工事进行防守,他便对敌人发起了强攻。
§15.68.5κατὰ πάντα μὲν οὖν τὸν τόπον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων.
因而各处都发生了激烈的交攻,特别是在拉刻代蒙人防守的地方,因为这些地段容易攻入且难以防守。
μεγάλης δὲ φιλοτιμίας γενομένης παρʼ ἀμφοτέροις, Ἐπαμεινώνδας ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακεδαιμονίους·
双方展开了激烈的竞争,叶帕梅农达斯亲自带领底比斯人的精锐,艰难地压制住了拉刻代蒙人。
διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελοπόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον.
他突破了他们的防线,带领军队通过,进入伯罗奔尼撒,立下了绝不逊色于先前任何成就的功勋。

词汇与语法注释

  1. §15.68.3διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς — 动词 διακωλύω(阻碍)以宾格(τοὺς Βοιωτοὺς)表示被阻碍的人,以夺格(分离属格,τῆς ... εἰσβολῆς)表示被阻碍的行为。
  2. §15.68.3ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες — “φθάνω + 宾格 + 分词”句型,表示主语比宾格名词抢先进行分词所表示的动作。在此处,意为联军抢在波奥提亚人(τοὺς Βοιωτοὺς)之前加固了(ὀχυρώσαντες)所有地方。
  3. §15.68.5εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων — 属格绝对结构(genitive absolute)。分词 ὄντων(εἰμί 的现在分词属格复数)与名词 τῶν τόπων 一致,形容词 εὐεφόδων 和 δυσφυλάκτων 作表语。此处表示原因,“因为那些地方易攻难守”。
  4. §15.68.5οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον — 比较级形容词 καταδεέστερον(更劣的)后接表示比较基准的属格名词化分词 τῶν προκατειργασμένων(先前完成的事),表示“绝不逊色于先前的任何成就”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.68.1-15.68.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.68.1-15.68.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。