Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.67.1-15.67.4

斯巴达与雅典结盟及佩洛皮达斯北征

第 479 段,共 723 段 · 希腊语

内容简介

底比斯人完成美塞尼亚的重建后班师,斯巴达与雅典达成霸权协议。同时,阿卡迪亚人袭取培勒涅,波奥提亚的佩洛皮达斯在色萨利和马其顿取得外交与军事成果后回国。

§15.67.1οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέσαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν.
底比斯人在八十五天内完成了上述所有事情,并给美塞尼亚留下了相当规模的守备队,随后返回了家园。
Λακεδαιμόνιοι δὲ παραδόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν Ἀθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους, μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας.
而拉刻代蒙人在出人意料地击退敌人后,派遣斯巴达人中最著名的人物作为使节前往雅典,并就霸权达成了协议,规定雅典人统治海洋,拉刻代蒙人统治陆地;但在此之后,他们使两座城市的霸权成为共有的。
§15.67.2Ἀρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν.
阿卡迪亚人推选吕科墨德斯为将军,并将被称为“选锋”的五千名精兵交给他,向拉科尼亚的培勒涅发起进军;他们用武力占领了该城,杀死了留下来的三百多名拉刻代蒙守军,随即将该城居民贩为奴隶,蹂躏了该地,并在拉刻代蒙人的援军赶到之前返回了家园。
§15.67.3Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπʼ ἐλευθερώσει μὲν τῶν πόλεων, καταλύσει δὲ τῆς Ἀλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θετταλίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν.
而波奥提亚人由于色萨利人邀请他们来解放各城市并推翻费赖的亚历山大的僭主统治,便派遣佩洛皮达斯率军前往色萨利,并指示他按照有利于波奥提亚人利益的方式处理色萨利的事务。
§15.67.4οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδονίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς Ἀλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρʼ αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέπεμψεν εἰς τὰς Θήβας.
他抵达拉里萨,发现卫城由马其顿的亚历山大驻军把守,便接管了该城,随后进入马其顿,与马其顿国王亚历山大结盟,并从他那里得到了其弟腓力作为人质,将其送往底比斯。
τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
他在按照自己认为有利于波奥提亚人利益的方式处理了色萨利的事务后,便返回了家园。

词汇与语法注释

  1. 15.67.1ἀποτετριμμένοι — 动词 ἀποτρίβω(击退、驱逐)的中被动分词。在此处应理解为具有主动意义的中相“击退了敌人”,而非被动相“被击退”。若译为被动,则与后文斯巴达人主动向雅典派遣使节、达成协议的语境相冲突。
  2. 15.67.1ὥςτε τῆς μὲν θαλάττης ἄρχειν Ἀθηναίους — 连词 ὥστε 后接不定式 ἄρχειν,构成说明性或结果性从句,用以具体阐释关于霸权的协议(τὰς ὁμολογίας)内容。対格的 Ἀθηναίους 是不定式的逻辑主语,与其对比的后半句主语则是 τοὺς Λακεδαιμονίους(省略了不定式 ἄρχειν)。
  3. 15.67.2φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν — 动词 φθάνω(抢先、先于)的主动不定过去时分词,带有名词词组 τὴν... βοήθειαν 作宾语,意为“在拉刻代蒙人的援军赶到之前”。该分词在句中作状语,修饰主句动词 ἐπανῆλθον。
  4. 15.67.3μεταπεμπομένων αὐτοὺς Θετταλῶν — 独立属格(Genitive Absolute)结构。现在中相分词 μεταπεμπομένων 及其逻辑主语 Θετταλῶν 均为属格,用以表示主句主语(Βοιωτοί)之外的背景原因或理由(“由于色萨利人邀请他们”)。
  5. 15.67.4ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς — 由连词 ὡς(正如)引导的从句,其中包含无人称动词 ἔδοξεν(……似乎、被决定)以及不定式 συμφέρειν。代词 αὐτῷ 是 ἔδοξεν 的与格补足语(对他而言,即佩洛皮达斯),而 τοῖς Βοιωτοῖς 则是不定式 συμφέρειν 支配的与格(对波奥提亚人有利)。整句意为“正如他自己认为有利于波奥提亚人那样”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.67.1-15.67.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.67.1-15.67.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。