§15.68.1τούτων δὲ πραχθέντων Ἀρκάδες καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου.
これらのことが行われると、アルカディア人、アルゴス人、エリス人は合意に達してラケダイモン人に対する遠征を決定し、ボイオティア人に使節を送って彼らに戦争へ参加するよう説得した。
οἱ δʼ Ἐπαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετʼ ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δʼ ἑξακοσίους.
一方、彼らはエパメイノンダスを他のボイオタルケスたちとともに将軍に任命し、歩兵七千名、騎兵六百名を派遣した。
Ἀθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Χαβρίαν.
アテナイ人はボイオティアの軍勢がペロポネソスへと入ろうとしていることを知ると、軍勢とその指揮官としてカブリアスを派遣した。
§15.68.2οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρατόπεδον συνεστήσατο ἀνδρῶν μυρίων·
彼はコリントスに到着すると、メガラ人、ペレネ人、さらにコリントス人からも兵士を加え、一万人の兵からなる軍勢を編成した。
μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγενομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐκ ἐλάττους δισμυρίων.
この後、ラケダイモン人とその他の同盟国がコリントスに到着すると、総勢は二万人を下らなかった。
§15.68.3ἔδοξεν οὖν αὐτοῖς ὀχυρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς.
そこで、彼らは通路を要塞化し、ボイオティア人がペロポネソスへと侵入するのを阻止することを決定した。
ἀρξάμενοι δʼ ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον·
彼らはケンクレアイからレカイオンに至るまで作業を開始し、柵と深い堀によってその場所を仕切った。
ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες.
人手の多さと男たちの熱意によって工事は急速に完了し、彼らはボイオティア人に先んじてすべての場所を要塞化した。
§15.68.4ὁ δʼ Ἐπαμεινώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθʼ ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προεκαλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τριπλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶντος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλʼ ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις.
エパメイノンダスは軍勢とともに到着して偵察を行い、ラケダイモン人が守備している場所が最も進入しやすい場所であると理解すると、最初は数においてほぼ三倍に達する敵を会戦に誘い出そうとしたが、誰一人として城壁の外へ出る勇気はなく、全員が柵の背後から防戦したため、彼は敵に対して力攻めを敢行した。
§15.68.5κατὰ πάντα μὲν οὖν τὸν τόπον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων.
こうしてすべての場所で激しい攻撃が行われたが、特にラケダイモン人の守る場所に対してであった。 それはその場所が進入しやすく、防御しにくかったからである。
μεγάλης δὲ φιλοτιμίας γενομένης παρʼ ἀμφοτέροις, Ἐπαμεινώνδας ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακεδαιμονίους·
双方の間で凄まじい競争心が闘わされる中、エパメイノンダスは自らテバイ人の精鋭を率いて、辛うじてラケダイモン人を圧倒した。
διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελοπόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον.
そして彼らの守備線を突破し、軍勢を通過させてペロポネソスへと進入し、それまでに成し遂げたどの事業にも劣らない功績を立てたのである。