§15.67.1οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέσαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν.
テバイ人たちは前述のことすべてを八十五日間のうちに完了し、かつメッセネに十分な規模の守備隊を残して、本国へ帰還した。
Λακεδαιμόνιοι δὲ παραδόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν Ἀθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους, μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας.
ラケダイモン人たちは予想に反して敵を撃退すると、アテナイへスパルタ人の中で最も著名な者たちを使節として派遣し、覇権に関する協定を結んだ。 それは、アテナイ人が海を支配し、ラケダイモン人が陸を支配するというものであったが、この後、両市において覇権を共同のものとした。
§15.67.2Ἀρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν.
アルカディア人たちはリュコメデスを将軍に任命し、彼に「選良」と呼ばれていた五千人からなる部隊を委ねて、ラコニケのペレネへと遠征した。 そして力づくでその都市を制圧し、残されていたラケダイモン人の守備兵で三百人を超える者たちを殺害し、都市の住民を奴隷にし、その地域を略奪して、ラケダイモン人からの救援が到着する前に本国に帰還した。
§15.67.3Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπʼ ἐλευθερώσει μὲν τῶν πόλεων, καταλύσει δὲ τῆς Ἀλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θετταλίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν.
ボイオティア人たちは、テッサリア人たちが諸都市の解放と、フェライのアレクサンドロスの僭主政治の打倒のために彼らを招いたので、ペロピダスを軍勢とともにテッサリアに派遣し、テッサリアの事柄をボイオティア人の利益になるように処理するよう彼に命令を与えた。
§15.67.4οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδονίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς Ἀλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρʼ αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέπεμψεν εἰς τὰς Θήβας.
彼はラリサに到着し、アクロポリスがマケドニアのアレクサンドロスによって守備されているのを見出すと、これの引き渡しを受け、マケドニアに進んでマケドニア人の王アレクサンドロスと同盟を結び、彼から人質として彼の弟フィリッポスを受け取り、これをテバイへと送り出した。
τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
そして、テッサリアの事柄をボイオティア人に有益であると自ら考えたように処理すると、本国に帰還した。