Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.61.1-15.61.5

波利多鲁斯遇刺与马其顿介入色萨利

第 473 段,共 723 段 · 希腊语

内容简介

本节描述了罗马围绕选举军事论坛发生的政治内讧,费赖的波利多鲁斯遇刺,以及马其顿国王亚历山大针对其侄子亚历山大在色萨利的暴政而进行的干预。

§15.61.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιστράτου παρὰ Ῥωμαίοις ἐγένετο στάσις, τῶν μὲν οἰομένων δεῖν ὑπάτους, τῶν δὲ χιλιάρχους αἱρεῖσθαι.
当利西斯特拉托斯在雅典担任执政官时,罗马人内部发生了内讧,一些人认为应当选举执政官,另一些人则认为应当选举军事论坛。
ἐπὶ μὲν οὖν τινα χρόνον ἀναρχία τὴν στάσιν ὑπέλαβε, μετὰ δὲ ταῦτα ἔδοξε χιλιάρχους αἱρεῖσθαι ἕξ· καὶ κατεστάθησαν Λεύκιος Αἰμίλιος καὶ Γάιος Οὐεργίνιος καὶ Σερούιος Σουλπίκιος, πρὸς δὲ τούτοις Λεύκιος Κοΐντιος καὶ Γάιος Κορνήλιος, ἔτι δὲ Γάιος Οὐαλέριος.
在一段时间内,无政府状态接替了内讧,但在此之后,他们决定选举六名军事论坛;于是卢修斯·埃米利乌斯、盖乌斯·维尔吉尼乌斯和塞尔维乌斯·苏尔皮基乌斯被任命,此外还有卢修斯·昆克蒂乌斯、盖乌斯·科尔内利乌斯,以及盖乌斯·瓦莱里乌斯。
§15.61.2ἐπὶ δὲ τούτων Πολύδωρος ὁ Φεραῖος ὁ τῶν Θετταλῶν ἄρξας ὑπὸ Ἀλεξάνδρου τοῦ ἀδελφιδοῦ ἀνῃρέθη φαρμάκῳ, προκληθεὶς εἰς μέθην· τὴν δὲ δυναστείαν διαδεξάμενος Ἀλέξανδρος ὁ ἀδελφιδοῦς ἦρξεν ἔτη ἕνδεκα.
在他们任职期间,曾统治色萨利人的费赖人波利多鲁斯,在被邀请参加饮宴后,被他的侄子亚历山大用毒药杀害;继承了统治权的侄子亚历山大统治了十一年。
οὗτος δὲ παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν, ἀκολούθως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν.
由于他是非法且暴力地夺取统治权的,他便按照这一方针管理其政务。
τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήθεσι, καὶ διὰ τοῦτʼ ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο.
因为在他之前的统治者对民众温和相待并因此受到爱戴,而他暴力且残酷地进行统治,因而受到憎恨。
§15.61.3διὸ καὶ τὴν παρανομίαν φοβηθέντες τῶν Λαρισσαίων τινές, οἱ διʼ εὐγένειαν Ἀλευάδαι προσαγορευόμενοι, συνέθεντο πρὸς ἀλλήλους καταλῦσαι τὴν δυναστείαν.
因此,一些因出身高贵而被称作阿列乌阿代家族的拉里萨人,因害怕他的无法无天,便相互串通,图谋推翻他的统治。
ἀπελθόντες δʼ ἐκ Λαρίσσης εἰς Μακεδονίαν ἔπεισαν Ἀλέξανδρον τὸν βασιλέα συγκαταλῦσαι τὸν τύραννον.
他们离开拉里萨前往马其顿,说服国王亚历山大共同推翻这个僭主。
§15.61.4τούτων δὲ περὶ ταῦτα διατριβόντων, ὁ Φεραῖος Ἀλέξανδρος πυθόμενος τὴν καθʼ ἑαυτοῦ παρασκευήν, κατέλεγε τοὺς εἰς τὴν στρατείαν εὐθέτους, διανοούμενος ἐν τῇ Μακεδονίᾳ συστήσασθαι τὴν μάχην.
正当他们忙于这些事务时,费赖的亚历山大得知了针对他的准备工作,便开始征召适合服兵役的人,企图在马其顿展开战斗。
ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἐκ Λαρίσσης φυγάδας, φθάσας τοὺς πολεμίους ἧκε μετὰ τῆς δυνάμεως εἰς τὴν Λάρισσαν· παρεισαχθεὶς δʼ ὑπὸ τῶν Λαρισσαίων ἐντὸς τοῦ τείχους ἐκράτησε τῆς πόλεως πλὴν τῆς ἄκρας.
但马其顿国王带着来自拉里萨的流亡者,抢在敌人之前率军抵达拉里萨;他被拉里萨人引入城墙内,控制了除卫城以外的整座城市。
§15.61.5μετὰ δὲ ταῦτα τήν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης, καὶ φρουρὰς ἀξιολόγους εἰσαγαγών, αὐτὸς κατεῖχε τὰς πόλεις.
此后,他通过围攻夺取了卫城,并在争取了克兰农城后,虽然许诺将这些城市归还给色萨利人,但他却不顾自己的名声,派驻了相当规模的守备队,自己占领了这些城市。
ὁ δὲ Φεραῖος Ἀλέξανδρος καταδιωχθεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλθεν εἰς τὰς Φεράς.
而费赖的亚历山大既遭到追击,又感到惊恐,便退回了费赖。
καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν.
色萨利的事态当时便是如此。

词汇与语法注释

  1. §15.61.1ἀναρχία τὴν στάσιν ὑπέλαβε — 意为“无政府状态接替了内讧”或“无政府状态取代了内讧”。动词 `ὑπολαμβάνω` 在此表示“接替”、“接管”或“取而代之”,说明在没有高级长官的情况下,混乱状态在一段时间内持续并主导了局势。
  2. §15.61.4φθάσας τοὺς πολεμίους — 意为“抢在敌人之前”或“先于敌人行动”。动词 `φθάνω`(先于、抢先)在此支配宾格(`τοὺς πολεμίους`),其分词形式用于表达主语抢先一步在敌人反应过来之前抵达目的地。
  3. §15.61.5καταφρονήσας δὲ τῆς δόξης — 意为“轻视(良好的)声誉”或“不顾及名望”。暗示马其顿王为了自身的野心(武力占领城市),而不惜损害由于履行诺言本应获得的信用和名声。动词 `καταφρονέω`(轻视、不顾)支配属格(`τῆς δόξης`)作为其轻视的对象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.61.1-15.61.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.61.1-15.61.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。